Αγ. ΠΕΤΡΟΥ ἐπ. Σεβαστείας καί ΝΑΥΚΡΑΤΙΟΥ.


 Εκ της Αγίας Οικογενείας

Ψαλλομένη  τῇ 9η Ἰανουαρίου

Ποίημα Ἱερομονάχου Ἰωάννου Δημητριάδου, Κατουνακιώτου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Σεβαστείας τὸν Πρόεδρον, Ἐπισκόπων τὸν ἔνθεον, Πέτρον τὸν ἀοίδιμον εὐφημήσωμεν, καὶ τὸν ὁμαίμονα ἅπαντες, αὐτοῦ καταστέψωμεν, τὸν Ναυκράτιον φημί, ἀσκητῶν τὸ ὡράϊσμα, καὶ βοήσωμεν· τοὺς τὴν μνήμην ὑμῶν ἐπιτελοῦντας, ἐκλυτρώσατε κινδύνων, καὶ πειρασμῶν παμμακάριστοι. (Δίς).

Αὐταδέλφων τιμήσωμεν, τὴν δυάδα τὴν ἔνθεον, τὴν τοῖς ἔργοις λάμψασαν ὑπὲρ ἥλιον, καὶ τὸν Χριστὸν μεγαλύνασαν, τοῖς λόγοις καὶ ἤθεσιν, ἐκβοῶντες πρὸς αὐτούς· παῤῥησίαν ὡς ἔχοντες, ἱκετεύσατε τὸν Σωτῆρα τοῦ κόσμου δοῦναι λύσιν, τῶν πταισμάτων τοῖς ἐκ πόθου, ὑμῶν τὴν μνήμην γεραίρουσιν.

Εκ παιδὸς ἀφιέρωσας, σεαυτὸν τῷ Κυρίῳ σου, Πέτρε παμμακάριστε καὶ τοῖς ἴχνεσιν, ἀκολουθῶν οὐκ ἐνάρκησας, ναὸν ἕως ἔνθεον, τὴν καρδίαν σου σοφέ, ἀπεργάσω γενόμενος, φῶς παγκόσμιον, καταυγάζων τοὺς πάντας καὶ πρεσβεύων, τῇ Τριάδι ὑπὲρ πάντων, τῶν εὐφημούντων τὴν μνήμην σου.

Δόξα. Ἦχος δ΄.

Δεῦτε ἅπαντες πιστοί, τὴν σήμερον ἡμέραν χαρμονικῶς ἑορτάσωμεν, καὶ πνευματικῶς πανηγυρίσωμεν, ἐπὶ τῇ ἐπετείῳ μνήμῃ τῶν κλεινῶν αὐταδέλφων, Πέτρου τοῦ Ἱεράρχου καὶ Ναυκρατίου τοῦ Ὁσίου. Οὗτοι γὰρ μᾶλλον τῷ θεαρέστῳ φρονήματι, ἀδελφοὶ γεγονότες, τῷ Θεῷ εὐηρέστησαν, διὰ πράξεως καὶ θεωρίας. Διὸ τῆς οὐρανίου εὐκληρίας ἀξιωθέντες, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίρετε οἱ σοφῶς, τὸ τάλαντον τὸ θεῖον, ἐμπορευθέντες ὄντως, Ναυκράτιε καὶ Πέτρε, Πατέρες πανσεβάσμιοι.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Λείψανα τὰ σεπτά, ὑμῶν τοὺς προσκυνοῦντας, ἐκ πόθου θεοφόροι, φρουρήσατε ἐκ πάσης, ἐπιβουλῆς τοῦ ὄφεως.

Στ.: Τοῖς Ἁγίοις τῆς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Μνήσθητι ὦ δυάς, Ὁσίων τῶν ὑμνούντων, ὑμῶν τὴν θείαν μνήμην, καὶ πρέσβευε ἀπαύστως, Θεῷ τῷ Παντοκράτορι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Χαῖρε ἡ τῶν βροτῶν, ἀντίληψις καὶ σκέπη, ἁγνὴ Παρθενομῆτορ, καὶ πρὸς Θεὸν μεσίτις, ἡμῶν τῶν προσκυνούντων Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πατέρες τρισόλβιοι οἱ τὸν Θεὸν ἐπὶ γῆς, ἀξίως δοξάσαντες ὡς ὄντως φίλοι Αὐτοῦ, καὶ τέκνα τῆς χάριτος, μέμνησθε τῶν τιμώντων, τὴν σεβάσμιον μνήμην, πόθῳ καὶ προσκυνούντων, τὴν σορὸν τῶν λειψάνων, πρεσβεύοντες Χριστῷ τῷ Θεῷ, ὑπὲρ πάντων ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος β΄. Ποίοις εὐφημιῶν ᾄσμασι.

Δεῦτε, οἱ εὐσεβεῖς ἅπαντες, ἀνυμνήσωμεν τοὺς αὐταδέλφους, οὓς σαρκὶ ἡ φύσις συνέδεσε, καὶ ταῖς ἀρεταῖς τὸ Πνεῦμα συνήρμοσεν, ἀναδείξας φῶς αὐτοὺς τοῖς πᾶσι· τὸν Πέτρον, τὸν Σεβαστείας ἀρχιποίμενα, καὶ στύλον τῆς εὐσεβείας ἀδιάσειστον, καὶ τὸν Ναυκράτιον ἅμα, μοναστῶν τὸ καύχημα· οὓς ἐτίμησεν ὁ Χριστός, εἰς κόσμου τὰ πέρατα, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς).

Δεῦτε, ὁ μοναστῶν σύλλογος, καὶ Ἱεραρχῶν χορεία πᾶσα, τοὺς ἡμῶν προστάτας ἐν ᾄσμασι, νῦν πνευματικοῖς εὐφημήσωμεν, καὶ τιμήσωμεν αὐτοὺς ἐνθέως· οἱ μέν, τὸν ἐν ἀσκηταῖς φωστῆρα πέλοντα, οἱ δέ, τὸν ἐν Ἱεράρχαις ἐγκαλλώπισμα· ὁμοῦ δὲ πάντες τοὺς δύο, ὡς ναοὺς ὑπάρχοντας, τοῦ Πνεύματος καὶ δι’ ὧν, Χριστὸς πᾶσιν ἄφθονος, δωρεῖται τὸ μέγα ἔλεος. (Δίς).

Ποῖα, πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι θεῖε Πέτρε; τὸν ψυχὴν καὶ σῶμα καθάραντα, καὶ τὸν νοῦν τοῖς γῆθεν χωρίσαντα, καὶ συνάψαντα τοῖς οὐρανίοις, τῇ πράξει, τῶν ἐντολῶν Χριστοῦ πανεύφημε, καὶ νήψει, καὶ θεωρίᾳ τε τῇ κρείττονι, ἐν αἷς ἀεὶ ἐνετρύφας, ὡς Χριστοῦ θεράπων; Ὃν ἱκέτευε ἐκτενῶς, ῥυσθῆναι κολάσεως, τοὺς τὴν μνήμην σου γεραίροντας.

Ποῖα, μελῳδικὰ ᾄσματα, νῦν προσοίσωμέν σοι θείε Πάτερ, Ὅσιε Ναυκράτιε ἔνδοξε, τῶν ἡσυχαστῶν τὸ ἀγλάϊσμα, καὶ παραμυθίαν τῶν νοσούντων ἁπάντων· τῶν ἐν ἐρήμοις παρακλήτορα, καὶ πᾶσι Χριστιανοῖς τὸ καταφύγιον· σὺ γὰρ ἐγένου τοῖς πᾶσιν, ὡς σοφὸς τὰ πάντα, διὸ χαίρεις ἐν οὐρανοῖς, μισθὸν τῶν καμάτων σου, ἀπολαύων παμμακάριστε.

Δόξα. Ἦχος πλ. δ΄.

Σήμερον, χορεία πᾶσα τῶν Ὀρθοδόξων, ἐν φωναῖς ἀλαλαγμοῦ, καὶ ἄνθεσι τῶν ᾀσμάτων, τὴν πανίερον καὶ σεβάσμιον μνήμην, τῶν θεοφόρων Πατέρων, πνευματικῶς ἑορτάσωμεν, καὶ γηθοσύνως πρὸς αὐτοὺς ἐκβοήσωμεν, λέγοντες· Ὦ μακαρία δυάς, Πέτρε ἁγιώτατε καὶ Ναυκράτιε ἔνδοξε, μὴ διαλίπητε πρεσβεύειν, μετὰ τῶν αὐταδέλφων ἡμῶν, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Νύσσης καὶ Μακρίνης τῆς Ὁσίας, ὑπὲρ ἐλέους τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ Μυστηρίου Σου ἔλαβες· ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν.

Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. γ' 1).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετη-θήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. ζ.7).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. ε' 15).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθή-σεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.

Τῆς Ὀρθοδόξου πίστεως τὰ ἐρείσματα, καὶ εὐσεβείας τὰ πανεύοσμα ἄνθη, τοὺς πεπλουτηκότας ἐν τοῖς καρποῖς τοῦ Πνεύματος, καὶ πᾶσι τοῖς πιστοῖς, ἀπεικονισμάτων τῶν ἱερῶν ἀρετῶν γεγονότας, πάντες οἱ τὴν μνήμην αὐτῶν ἐκτελοῦντες, ἐν ᾠδαῖς εὐφημήσωμεν· πρεσβεύουσι γὰρ τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.

Σήμερον τὰ θεῖα καὶ ἔμψυχα ὄργανα τοῦ Ἁγίου Πνεύματος, Πέτρος ὁ της Σεβαστείας ποιμενάρχης, καὶ Ναυκράτιος ἡ τῆς ἐρήμου καλλονή, τράπεζαν μυστικὴν προὔθηκαν ἡμῖν, τὰ ἅγια καὶ ἱερὰ αὐτῶν λείψανα· ἅπερ προσκυνοῦντες ἐν πίστει, πρὸς αὐτοὺς ἐκβοήσωμεν· μὴ παύσησθε πρεσβεύειν τῷ Κυρίῳ μακάριοι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.

Δεῦτε πάντες μετὰ πίστεως ἀκραδάντου, καὶ εὐλαβοῦς διαθέσεως, τὴν σορὸν τῶν ἁγίων λειψάνων, τῶν θεοφόρων Πατέρων ἡμῶν, Πέτρου καὶ Ναυκρατίου, σήμερον προσκυνήσωμεν· παρέχουσι γὰρ ἀφθόνως πᾶσι τοῖς ταῦτα προσκυνοῦσι, πληθὺν χαρισμάτων, καὶ ἐμπιπλῶσι χαρᾶς καὶ εὐφροσύνης, τὰς ψυχὰς καὶ τὰς καρδίας ἡμῶν.

Ὁ αὐτός.

Τὸν Ἱεράρχην τοῦ Χριστοῦ, καὶ θεῖον ποιμάντορα τῶν λογικῶν προβάτων Αὐτοῦ, Πέτρον τὸν ἀοίδιμον εὐφημήσωμεν. Οὗτος γὰρ ἐπὶ τὴν πέτραν τῆς πίστεως καλῶς στηριχθείς, οὐκ ἐσαλεύθη ὑπὸ τῶν ἐναντίων προσβολῶν τῆς Ἀρείου δεινῆς καταιγίδος, τῶν θεοστυγῶν αὐτοῦ ἀσεβημάτων, ἀλλὰ μᾶλλον κατ’ αὐτοῦ καθωπλίσθη, φωτίζον τὸ ποίμνιον ἑαυτοῦ, καὶ ὁδηγῶν πρὸς νομὴν σωτήριον.

Ἦχος δ΄.

Ελαμψαν τὰ ἔργα σου ἐν τῇ ἐρήμῳ, Ὅσιε Πάτερ θεοφόρε Ναυκράτιε· τὴν γὰρ ἡσυχίαν ὑπερβαλόντως ἀγαπήσας, καὶ ἐν αὐτῇ τῷ Θεῷ ὡς δυνατὸν προσομιλῶν, ἐκάθηρας σεαυτὸν τῆς τῶν παθῶν ὀχλήσεως· ὅθεν τὸν Θεὸν ἀγαπήσας καὶ τὸν πλησίον, ἐγένου τοῖς ἀσθενέσι παρήγορος, καὶ τῶν πτωχῶν αὐτάρκεια, κομίζων αὐτοῖς τὰ πρὸς τροφὴν χρήσιμα ἐκ τῶν ἰδίων σου πόνων, μιμούμενος τὸν ἐλεήμονα Θεόν, Ὃν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε Ὀρθοδόξων τὰ πλήθη, καὶ μοναστῶν αἱ χορεῖαι, καὶ Ἀρχιερέων οἱ δῆμοι, δεῦτε καὶ χορείαν ἑόρτιον συγκροτήσωμεν, πνευματικῶς ἀγαλλόμενοι, καὶ χαρμοσύνως ἑορτάζοντες. Σήμερον γὰρ ὡς δύο φωστῆρες, ἐξανέτειλαν ἡμῖν ἐξ ἑώρας ἡ δυὰς τῶν αὐταδέλφων, Πέτρος ὁ θεῖος Ἱεράρχης καὶ Ναυκράτιος ὁ Ὅσιος, προθέμενοι ἡμῶν τὰ τίμια καὶ ἱερὰ καὶ πανεύοσμα αὐτῶν λείψανα, καὶ πλουτίζοντας τοὺς προσκυνοῦντας αὐτὰ ἐνθέων χαρισμάτων, καὶ ἀξιοῦντας, ταῖς πρὸς Θεὸν ἱκεσίαις, τῆς οὐρανίου μακαριότητος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.

Ο ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄.

Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ θεοφόρος ἀνήρ, τὸ τῆς ἑώας ἀληθῶς ἐγκαλλώπισμα, ὁ πάσας τοῦ Βασιλείου, τὰς ἀρετὰς ὡς σοφός, καὶ αὐτοῦ ὁμαίμων, κολπωσάμενος· τὸ πρᾶον, τὸ ἥσυχον, τὸ ἁγνὸν καὶ φιλάνθρωπον, Ὀρθοδοξίας τὸ στεῤῥὸν καὶ ἀκλόνητον, τὸ φιλόθεον, καὶ τοῦ ζήλου τὸ ἔνθεον· Πέτρε θεομακάριστε, πιστῶν ὁ ὑπέρμαχος, ὁ Ἱεράρχης ὁ θεῖος, καὶ τοῦ Χριστοῦ θύτης ἔνθερμος, Αὐτὸν ἐκδυσώπει, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Χαίροις, ὁ ἐραστὴς τῶν καλῶν, καὶ θείων ἔργων ὁ ἐργάτης ὁ πρόθυμος, ἐρήμου ὁ παραστάτης, τῆς ἡσυχίας πιστός, ἀληθῶς θεράπων, καὶ πανάριστον, παρθενίας κειμήλιον, οἰκητήριον ἔμψυχον, Πατρὸς ἀνάρχου, τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὁ φιλόπτωχος, ἀσθενῶν ἡ ἀντίληψις· Πάτερ θεομακάριστε, Ναυκράτιε ἔνδοξε, μὴ διαλίπῃς πρεσβεύειν, Χριστῷ τῷ μόνῳ οἰκτίρμονι, τῷ κόσμῳ βραβεῦσαι, ἱλασμὸν καὶ σωτηρίαν καὶ μέγα ἔλεος.

Στ.: Τοῖς Ἁγίοις τῆς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, δυὰς Θεοῦ ἐκλεκτή, ἡ τῷ Χριστῷ ἐκ νεαρᾶς ἡλικίας σου, προθύμως ἀφορισθεῖσα, καὶ ἐργασθεῖσα καλῶς, τοῦ Χριστοῦ τὰ θεῖα, παραγγέλματα· διὸ καὶ ἐθέρισας, τοὺς καρποὺς τῶν καμάτων σου, ἐν εὐφροσύνῃ, οὓς ἐν κόποις τὸ πρότερον, πλείστοις ἔσπειρας, καὶ ἱδρῶσι καὶ δάκρυσι· Πέτρε θεομακάριστε καὶ θεῖε Ναυκράτιε, εὔοσμα κρίνα τοῦ Λόγου, Ὅνπερ θερμῶς ἱκετεύσατε, ἡμῖν καταπέμψαι, τὴν εἰρήνην καὶ τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β΄.

Εὐφράνθητι πᾶσι πόλις καὶ χώρα, καὶ τῶν πιστῶν ἡ ὁμήγυρις, καὶ χρεωστικῶς ἑορτάσατε, τὴν πανίερον μνήμην τῶν πανενδόξων αὐταδέλφων Πέτρου καὶ Ναυκρατίου. Τούτους γὰρ ἐδόξασεν ἡ Τριὰς ὁ Θεός, τιμήσασα τὰ ἅγια καὶ πάνσεπτα αὐτῶν λείψανα, τῇ ἀφθάρτῳ καὶ ἁγιαστικῇ, καὶ ὑπερκοσμίῳ εὐωδίᾳ τοῦ Ἁγίου Πνεύματος. Διὸ καὶ πληροῦσι τοὺς πίστει καὶ πόθῳ προσκυνοῦντας αὐτά, χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς, καὶ ἰῶνται τὰς ψυχὰς καὶ τὰ σώματα.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν Αὐτόν, καὶ λέγει τοῖς λαοῖς· ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πατέρες τρισόλβιοι οἱ τὸν Θεὸν ἐπὶ γῆς, ἀξίως δοξάσαντες ὡς ὄντως φίλοι Αὐτοῦ, καὶ τέκνα τῆς χάριτος, μέμνησθε τῶν τιμώντων, τὴν σεβάσμιον μνήμην, πόθῳ καὶ προσκυνούντων, τὴν σορὸν τῶν λειψάνων, πρεσβεύοντες Χριστῷ τῷ Θεῷ, ὑπὲρ πάντων ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ως πρᾳεῖς καὶ ταπεινοί, καὶ εὐσεβείας τηρηταί, ὡς ἁγνείας ἐρασταί, καὶ τῶν παθῶν ἐκριζωταί, τοῦ Παρακλήτου τὴν χάριν ἐν τῇ καρδίᾳ, ἐδέξασθε σοφοί, ὥσπερ δοχεῖα τερπνά, καὶ οἴκοι ἐκλεκτοί, καὶ καθαροὶ τῷ Θεῷ, διὸ σαφῶς γεγόνατε, ὡς ἔφη θεοὶ κατὰ μέθεξιν, Θεὸν τῶν ὅλων, ἐκδυσωπεῖτε ὑπὲρ ἡμῶν παμμακάριστοι.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ιορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Φωστῆρες παμφαεῖς, ἐξανέτειλαν πᾶσι, τὴν σήμερον πιστοί, ἐξ ἑώας οἱ δύο, αὐτάδελφοι αὐγάζοντες, τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν ὑμνούντων νῦν, αὐτῶν τὴν ἔνδοξον μνήμην, ὁ Ναυκράτιος, καὶ ὁ σοφὸς Πέτρος οὕσπερ, πιστοὶ εὐφημήσωμεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.

Ταχὺ προκατάλαβε

Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διὸ σε ἱκετεύομεν, σῶσον τὸν κόσμον σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄.

Τὴν ὡραιότητα.

Υμῶν τὰ λείψανα, Πατέρες Ὅσιοι, τοὺς προσκυνοῦντας νῦν, ἐπιβραβεύσατε, τὴν θέαν ὡς πιστοί, θεράποντες τοῦ Κυρίου, καὶ Θεῷ πρεσβεύσατε, παῤῥησίαν ὡς ἔχοντες, δοῦναι τὴν συγχώρησιν, τῶν πταισμάτων ὡς εὔσπλαγχνος, Ναυκράτιε καὶ Πέτρε οἱ θεῖοι, προστάται τῆς ἡμῶν ἐντελείας.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Επιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι· Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· δόξα Θεῷ τῷ ἐν Τριάδι.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Στ.: Τοῖς Ἁγίοις τῆς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον Ὀσιακόν.

Ὁ Ν΄ Ψαλμός

Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄.

Στ.: Ἐλέησόν με ὁ Θεός...

Δεῦτε πάντες μετὰ πίστεως ἀκραδάντου, καὶ εὐλαβοῦς διαθέσεως, τὴν σορὸν τῶν ἁγίων λειψάνων, τῶν θεοφόρων Πατέρων ἡμῶν, Πέτρου καὶ Ναυκρατίου, σήμερον προσκυνήσωμεν· παρέχουσι γὰρ ἀφθόνως πᾶσι τοῖς ταῦτα προσκυνοῦσι, πληθὺν χαρισμάτων, καὶ ἐμπιπλῶσι χαρᾶς καὶ εὐφροσύνης, τὰς ψυχὰς καὶ τὰς καρδίας ἡμῶν. 

Εἶτα οἱ Κανόνες· ὁ α΄ Κανών τῶν Θεοφανείων καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Πέτρον σὺν Ναυκρατίῳ γεραίρω. Ἰωάννης Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Πηγαὶ ὡς ὑπάρχοντες, χαρίτων θείων πανεύφημοι, τὸν νοῦν μου τὸν ἄγονον, γόνιμον δείξατε, νοημάτων νῦν, ἐνθέων ὅπως ᾄσω, τὴν μνήμην γηθόμενος, ὑμῶν τὴν ἔνδοξον.

Ελαία ὡς εὔκαρπος, πλουτῶν καρποῖς τοῖς τοῦ Πνεύματος, ὤφθης μακάριε, ὅθεν ὁ Κύριος, ἐναπέδειξεν, Ἀρχιερέα μέγαν, ποιμένειν τὸ ποίμνιον, εἰς χλόην ἄφθαρτον.

Τυχεῖν ἐφιέμενος, τῶν ὑπὲρ ἔννοιαν Ὅσιε, Ναυκράτιε ἅπαντα, σκύβαλα ἤγησας, καὶ τὴν ἔρημον, κατέλαβες προθύμως, τῷ Κτίστῃ ἀείποτε, ᾄδων γηθόμενος.

Θεοτοκίον.

Ρητόρων αἱ γλῶσσαι νῦν, Μῆτερ ἁγνὴ εἰ συνέλθωσιν, εἰς ἓν οὐ δυνήσονται,   ὕμνον  ἐπάξιον,  προσφωνῆσαί  Σοι,  ἀλλ’ οὐδ’  Ἀγγέλων  φύσις·  πλὴν  ταῦτα  τὰ ᾄσματα,  δέχου  ὡς  εὔσπλα-γχνος.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ομαίμονες πέλοντες τῇ φύσει, ὁμόφρονες ὤφθητε σαφῶς, τῷ πνεύματι μακάριοι, διὸ καὶ συνεδόξασεν, ἐν οὐρανῷ ὁ Κύριος, καὶ ἐν τῇ γῇ ὡς φιλάνθρωπος.

Ναὸς τῆς Τριάδος ἐπεγνώσθης, ἀγάπην πλουτήσας τὴν διπλήν, Θεοῦ καὶ τὴν τοῦ πέλας σου, ἐλπίδα πίστιν ἔνθερμον, Πέτρε θεομακάριστε, Ἱεραρχῶν ὁ θεόσοφος.

Σαὐτὸν τῆς ἀχλύος ἀποσμήξας, Ναυκράτιε πάσης τῶν παθῶν, ἐν ἑαυτῷ εἰσώκησας, τὴν χάριν τὴν τοῦ Πνεύματος, ὅπερ ἀεὶ ἱκέτευε, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

Θεοτοκίον.

Υψόθεν ἐπίβλεψον Παρθένε, πρὸς ποίμνην τὴν σὴν ὡς ἀγαθή, καὶ εὔσπλαγχνος ὑπάρχουσα, καὶ δωρεῶν ἀξίωσον, καὶ τῆς μελλούσης τεύξασθαι, χαρᾶς καὶ δόξης ἀξίωσον.

Κάθισμα. Ἦχος πλ. δ΄.

Τὴν Σοφίαν καὶ Λόγον.

Τοὺς ὁμαίμονας πάντες οἱ εὐσεβεῖς, δεῦτε ᾄσμασι θείοις χαρμονικῶς, ὑμνήσωμεν λέγοντες· Πέτρε μάκαρ ἱκέτευε, σῦν Ναυκρατίῳ ὅπως, πυρὸς ἐκλυτρώσητε, τοὺς προσκυνοῦντας πίστει, τὰ ἅγια λείψανα, καὶ τὴν θείαν μνήμην, γεραιρόντων προφρόνως, Χριστὸς ὁ Φιλάνθρωπος, καὶ πταισμάτων τὴν ἄφεσιν, χορηγῆσαι ὡς εὔσπλαγχνος, ὅταν κρίνῃ τὰ σύμπαντα· πρέσβεις γὰρ καὶ πρόμαχοι εὐκλεεῖς, τῆς ἡμῶν εὐτελείας τυγχάνεται, καὶ μεσίται πρὸς Κύριον Ὅσιοι.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.

Ταχὺ προκατάλαβε.

Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. Διὸ σε ἱκετεύομεν, σῶσον τὸν κόσμον σου.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Νοῦν τηρήσαντες ἐμφρόνως, καὶ διάνοιαν ἔνδοξοι, τῆς ἐπιμιξίας, τῶν παρερχομένων ἀθόλωτον, τοῖς οὐρανίοις συνήφθητε ὡς ἄϋλοι, ἀναμέλποντες· δόξα Χριστὲ τῇ δυνάμει Σου.

Νέκρωσον παθῶν ἐχθίστων, τὰς κινήσεις ἀοίδιμε, Ἱεράρχης πέλων, ἔννομος Θεοῦ Παντοκράτορος, σοῦ ταῖς σεπταῖς ἱκεσίαις, καὶ ἱκάνωσον, ὅπως ψάλλωμεν· δόξα Χριστὲ τῇ δυνάμει Σου.

Απασι τοῖς ἐν ἐρήμῳ, εὐεργέτης γεγένησαι, τρέφων ἐξ οἰκείων, κόπων καὶ ἱδρώτων μακάριε· ἀλλὰ καὶ νῦν οὐρανόθεν, τοῖς γεραίρουσι, τὴν σὴν μνήμην, πρόμαχος γενοῦ ταῖς πρεσβείαις σου.

Θεοτοκίον.

Υψωσας βροτῶν τὸ γένος, τῇ λοχείᾳ σου Ἄχραντε, τὸν Ἀδὰμ τὸν νέον, ξένως καὶ ἀφθόρως κυήσασα· ἀλλὰ καὶ νῦν τοὺς ὑμνοῦντάς Σε ἀνύψωσον, τῶν γηΐνων, δόξης τε μελλούσης ἀξίωσον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Κρατῆρες ὑπάρχοντες, τοῦ θείου μύρου Ὅσιοι ἔμψυχοι, ψυχῆς μου τὰς αἰσθήσεις καὶ σώματός μου, εὐωδιάσατε νῦν, ὡς μέλπω προφρόνως τὴν ὑμῶν, μνήμην τὴν πανίερον, καὶ γεραίρω γηθόμενος.

Ρημάτων ὁ φθόγγος σου, σῆς ποίμνης πόῤῥῳ ἤλασεν, πάσας τὰς Ἀρείου δυσσεβείας, ἔσχες γὰρ ὄντως τὸν ἐπὶ πάντων Θεόν, λαλοῦντα μακάριε ἐν σοί, Ὃν θερμῶς ἱκέτευε, δοῦναι πᾶσι συγχώρησιν.

Ασκήσεσιν ἔνδοξε, τὸ σῶμά σου κατέτηξας, θείαις θεωρίαις δὲ τὸν νοῦν σου, καθάρας Πάτερ, καὶ τῶν δακρύων κρουνοῖς, λαμπρύνας ψυχῆς τὸ τριμερές, δόξης κατηξίωσαι, τῶν ἁγίων Ναυκράτιε.

Θεοτοκίον.

Τιμῆς κατηξίωται, ὑπερκοσμίου ἅπασα, φύσις ἡ βροτῶν διὰ Σοῦ Κόρη, ταύτην γὰρ ξένως ὁ ἐπὶ πάντων Θεός, ἐκ Σοῦ ἐνεδύσαντο ἁγνή, καὶ θεώσας ὕψωσε, τῶν Ἀγγέλων ἐφύπερθεν.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ιώμενοι τὰ πάθη μακάριοι, ψυχῶν καὶ τῶν σωμάτων μὴ παύσητε, τῶν προσκυνούντων νῦν, πόθῳ καὶ πίστει τὰ λείψανα, ὑμῶν καὶ ἀνυμνούντων τὴν θείαν κοίμησιν.

Ω῝σπερ ἀδάμας ἡ πίστις σου, καὶ φῶς Εὐαγγελίου τὰ ἔργα σου, ἅλας καθάπερ δέ, λόγος ὁ σὸς Πέτρε δέδεικται, ὀτρύνων πρὸς ἀγάπην Θεοῦ τοὺς ἅπαντας.

Γεραίρων πόθῳ τὴν μνήμην σου, χαρᾶς καὶ εὐφροσύνης ἐμπίπλαμαι, Πάτερ Ναυκράτιε, ὅθεν ἑόρτια ᾄσματα, προσφέρω σοι σὺ δέ μου τὰ πάθη νέκρωσον.

Θεοτοκίον.

Εφύμνια μόνη Πανάχραντε, ψυχόθεν ἀναβλύζοντα πρόσδεξαι, ὥσπερ ὁ Σὸς Υἱός, δύο λεπτὰ προσεδέξατο, μεθ’ οὗ οἰκειωθῆναι, πάντας ἀξίωσον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Παρακλήτου ὤφθητε, τερπνὰ δοχεῖα, εὐσεβείας πρόμαχοι, καὶ τῶν πιστῶν διορθωταί, Πέτρε καὶ θεῖε Ναυκράτιε· ὅθεν συμφώνως, ὑμᾶς νῦν γεραίρομεν.

Ὁ Οἶκος.

Αδελφοὶ κατὰ σάρκα ὑπάρχοντες, ἀδελφικῶς φρονοῦντας καὶ τῷ πνεύματι ὤφθητε· ὁ μὲν γὰρ τῇ τοῦ βίου καθαρότητι, καὶ πίστεως ὀρθότητι διαλάμπων, Ἀρχιερεὺς Σεβαστείας ἀνηγορεύθη· ὁ δὲ σὺν τοῖς ἄνω καὶ τὸ σῶμα τῇ ἀσκήσει κατατήξας καὶ τὸν Χριστὸν ἐν ἑαυτῷ διὰ τῆς προσευχῆς εἰσοικήσας, τοῖς Ὁσίων χοροῖς συνηριθμήθη· ὅθεν ὁμοῦ τῇ Τριάδι ὑπὲρ ἡμῶν πρεσβεύσατε, ἡμεῖς γὰρ συμφώνως ὑμᾶς νῦν γεραίρομεν.

Συναξάριον.

Τῇ Θ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων αὐταδέλφων Πέτρου Ἐπισκόπου Σεβαστείας, καὶ Ναυκρατίου τοῦ Ὁσίου, ἀδελφῶν τοῦ Μεγάλου Βασιλείου.

Πέτρος τε Ναυκράτιος δύο φωστῆρες,

κόσμον ηὔγασαν, πράξει καὶ θεωρία.

Ταῖς αὐτῶν ἁγίας πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ρῆμα ἔνθεον, δυὰς ἡ θεοφώτιστος, καὶ βίον ὅσιον, ὡς κεκτημένη σαφῶς, Θεὸν συνεδόξασεν, ὅθεν καὶ ἔψαλλεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς, εὐλογητὸς εἶ.

Αναδέδειξαι, ποιμὴν ὦ Πέτρε γνήσιος, Χριστοῦ τὸ ποίμνιον, ποδηγετήσας καλῶς, καὶ πείσας ἑκάστοτε, ψάλλειν ἐν πνεύματι· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς, εὐλογητὸς εἶ.

Ιμειρόμενος, τυχεῖν τῶν ὑπὲρ ἔννοιαν, σοφὲ Ναυκράτιε, τοῦ κόσμου πᾶσαν τρυφήν, καὶ δόξαν ἐμίσησας, χαίρων δὲ ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ροῦς εὐφρώτειος, καθάπερ ῥέει Ἄχραντε, οὕτω τὸ ἔλεος, πρόχειται πᾶσιν ἡμῖν, τοῖς πίστει προσπίτουσι, καὶ πόθῳ ψάλλουσι· χαῖρε Δέσποινα, ἡ τοῦ Θεοῦ γεννήτρια, καὶ ἡμῶν ἡ προστασία.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ω῝σπερ ἀπλανεῖς φωστῆρες ὄντες, τὴν κτίσιν φαιδρύνετε ταῖς χάρισι, Πέτρε παμμακάριστε, καὶ Ὅσιε Ναυκράτιε, καὶ τῷ Χριστῷ πρεσβεύσατε, σῶσαι τοὺς ψάλλοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ιασαι σαρκὸς τὰς ἀσθενείας, καὶ πάθη ψυχῆς τὰ χαλεπώτατα, Πέτρε παναοίδιμε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου· τὸν νοῦν μου δὲ καθάρισον, ὡς ψάλλω πάντοτε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ωριμον καρπὸν ἐκ σῶν ἱδρώτων καὶ σὰς ἀρετὰς, σοφὲ Ναυκράτιε, τῷ Χριστῷ προσήνεγκας, ἅσπερ προσδεξάμενος, στέφει σε κατέστεψε, διὸ κραυγάζομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Αγγέλων τὰ τάγματα Παρθένε, καὶ πάντων Ἁγίων τὰ στρατεύματα, κυκλόθεν ἱστάμενα, τῆς Σῆς μεγαλειότητος, τὴν δόξαν σου θαυμάζουσι καὶ πόθῳ ᾄδουσι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νέμει νῦν ἡμῖν, δυὰς ἡ αὐτάδελφος τοῖς ἑορτάζουσι, μνήμην τὴν πανίερον, καὶ προσκυνοῦσι τὰ θεῖα λείψανα, αὐτῆς ἐν πίστει πάντοτε, θαυμάτων χάριτας, καὶ λυτροῦται πάσης περιστάσεως, καὶ Θεῷ ἱκετεύει ἑκάστοτε.

Νῦν ἐν οὐρανοῖς, γηθόμενος ἔνδοξε, Πέτρε σὺν ἅπασι, τῶν Ἁγίων τάγμασιν, ἡμῶν τῶν πόθῳ πολλῷ ὑμνούντων σε, καὶ τὰ μικρὰ ἐφύμνια προσκομιζόντων σοι, μνημονεύειν, μὴἐλλίπῃς πάντοτε, πρὸς Χριστὸν τὸν Σωτῆρα πανεύφημε.

Ηὔγασεν ἡμᾶς, ἡ μνήμη σου ἅπαντας, καὶ κατηγλάϊσαι, Ὅσιε Ναυκράτιε· διὸ καρδίας πόθῳ κινούμενοι, πληθὺν ᾀσμάτων ᾄδομεν, ἇ προσδεξάμενος, μνημονεύειν, μὴ ἐλλίπῃς πάντοτε, σὺν τῷ Πέτρῳ, Χριστὸν ἱλεούμενος.

Τριαδικόν.

Σύμμορφε Τριάς, Μονὰς Τρισυπόστατε καὶ Ὁμοούσιε, ἱκεσίαις Κύριε, τῶν αὐταδέλφων τοῦ Βασίλειου τε, τοῦ Γρηγορίου, Πέτρου τε καὶ Ναυκρατίου νῦν, καὶ Μακρίνης, ἅπαντας ἀξίωσον, τῆς Σῆς δόξης, ὡς φύσει φιλάνθρωπος.

Θεοτοκίον.

Μήτηρ τοῦ Θεοῦ, Ἀγγέλων Βασίλισσα, Πατριαρχῶν στολή, πέλειςΠ, καὶ τῶν Μαρτύρων σθένος καὶ καύχημα, τῶν Ἀσκητῶν καὶ πρόμαχος τῶν εὐφημούντων σε, καὶ βοώντων· χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθομεν.

Τῶν αὐταδέλφων ἅπαντες, Ναυκρατίου καὶ Πέτρου, τὰ λείψανα τὰ ἅγια, προσκυνήσωμεν πίστει, τὴν μνήμην τούτων τιμῶντες, ὕμνοις καρδίας πόθῳ, καὶ γὰρ αὐτοὶ παρέχουσιν, ὀφλημάτων τὴν λύσιν ὡς συμπαθεῖς, τὸν Σωτῆρα πάντοτε δυσωποῦντες, καὶ πάντοτε φυλάττουσι, τῶν ἐχθρῶν κακουργίας.

Τῆς Ἑορτῆς. Ἐπεσκέψατο ἡμᾶς.

Επεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.

Τοῦ Παρακλήτου τὰ εὔοσμα ταμεῖα, ὁ Πέτρος ἔνδοξος καὶ ὁ Ναυκράτιος, μελῳδικῶς εὐφημεί-σθωσαν, μέσον ἡμῶν γάρ, προὔθηκαν δῶρον αὐτῶν τὰ λείψανα· παρέχουσι χάριτας καὶ τὰ νοσήματα, ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος, ἰῶνται ξένως, τῇ ἐνεργείᾳ τῆς θείας χάριτος, τῇ ἐνοικούσῃ ἐν αὐτοῖς σαφῶς· ὅθεν πιστῶς προσκυνήσωμεν, τὸν Σωτῆρα ὑμνοῦντες, τὸν τιμήσαντα τοὺς δούλους Αὐτοῦ. (Δίς).

Πέτρος ὁ θεῖος Χριστοῦ ὁ θυηπόλος, ὁ πρᾷος καὶ ἄκαος καὶ ταπεινόφρων πιστοί, ἀνευφημείσθω ἐπάξιον, βίον γὰρ ὄντως, ἀγγελικὸν ἐν τῇ γῇ ἐβίωσεν, διὸ καὶ τετίμηται ἐν οὐρανῷ καὶ ἐν γῇ, παρὰ τοῦ πάντων δεσπόζοντος, καὶ σὺν Ἀγγέλοις, καὶ τοῖς Ὁσίοις οἰκεῖν κεκλήρωται, εἰς τὸ πρεσβεύειν ὅπως ἄφεσιν, οἱ ὑμνοῦντες αὐτὸν ἀπολαύσωσιν, ἐν ἡμέρᾳ τῆς δίκης, ὅταν τρέμωσι τὰ σύμπαντα.

Τὸ τῶν Ὁσίων ἀγλάϊσμα καὶ γέρας, ὁ θεῖος Ναυκράτιος ὁ ὑπεράνω σαρκός, ἀναδειχθεὶς ταῖς ἀσκήσεσι, καὶ ἀγρυπνίαις, καὶ τὸ θεῖον ἀΰλοις νεύσεσι, τιμᾶσθαι ἐπάξιον, τὸν Ἰησοῦν γὰρ σαφῶς, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ἐν τῇ καρδίᾳ, τῇ ἀεννάῳ εὐχῇ εἰσώκισεν, ᾯ καὶ πρεσβεύει, τοῖς ἐφύμνια, πόθῳ Αὐτῷ ἀναμέλπουσι, δοῦναι λύσιν πταισμάτων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε πάντες τοὺς ἀστέρας τοὺς φαεινούς, τοῦ νοητοῦ στερεώματος, Ναυκράτιον τὸν ἔνδοξον καὶ Πέτρον τὸν ἀοίδιμον, τοὺς μακαρίους αὐταδέλφους, οὕσπερ ἐτίμησεν ὁ Πατήρ, ἐδόξασεν ὁ Υἱός, καὶ τὸ Πνεῦμα ἐστεφάνωσεν, ὑμνήσωμεν λέγοντες· χαῖρε θεία δυάς, ἡ τὴν ὑλικὴν δυάδα νικήσασα, τῇ ἐφέσει τῆς μελλούσης ἀπολαύσεως· τὸν δὲ κοσμοκράτορα ἀνδρικῶς καταβαλοῦσα, τῇ χάριτι τοῦ Παναγίου Πνεύματος. Ἀλλ’ ὦ Πατέρες θεοφόροι, παῤῥησίαν μεγίστην ὡς ἔχοντες, μὴ διαλίπητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β΄.

Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον· καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Τὸν Ἀρχιερέα δεῦτε πιστοί, τὸν τῆς Σεβαστείας, καὶ Ναυκράτιον τὸν αὐτοῦ, ὁμαίμονα συμφώνως, ἐνθέοις μελῳδίαις, τιμήσωμεν αὐτοὶ γάρ, Χριστῷ πρεσβεύουσιν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου