Μαρτύρων ΧΡΥΣΑΝΘΟΥ καί ΕΥΦΗΜΙΑΣ, μ. Γερασίμου


Ψαλλομένη τῇ 4η Ἰανουαρίου 

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Χρυσέοις σου ἤθεσι, σοφέ, Χρύσανθε, ὑπέφηνας, τῆς εὐσεβείας τὰς χάριτας, καὶ τὴν λαμπρότητα, τῆς μελλούσης δόξης, καὶ νομίμως ἤθλησας, ὑπὲρ τῆς τοῦ Χριστοῦ ἀγαπήσεως· Ὅν καθικέτευε, δωρηθῆναι τοῖς τιμῶσί σε, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στεῤῥότητι, Μάρτυς, λογισμοῦ, τὸν Χριστὸν ἐκήρυξας, Θεὸν τῶν ὅλων καὶ Κύριον, βροτὸν γενόμενον, ἀτρέπτως δι’ οἶκτον, σώζοντα τὸν ἄνθρωπον, καὶ χαίρων τὸ μαρτύριον ἤνυσας, Χρύσανθε ἔνδοξε· διὰ τοῦτο κατηξίωσαι, τῆς ἀλήκτου, καὶ θείας λαμπρότητος.

Αἱμάτων ῥοαῖς τὴν ἁλμυράν, θάλασσαν κατέ-κλυσας, τῆς ἀπιστίας, μακάριε, καὶ ἀνελήλυθας, ἔνθα ἀφθαρσίας, αἱ πηγαὶ βλυστάνουσι, τὸ ὕδωρ τῆς ζωῆς τὸ ἀθάνατον, οὗ ἐμφορούμενος, τῶν παθῶν σβέσον τοὺς ἄνθρακας, τῶν τιμώντων, Χρύσανθε, τὴν μνήμην σου.

Δυὰς ἀθλητῶν περιφανής, Χρύσανθος ὁ ἔνδοξος, καὶ Εὐφημία ἡ πάνσεμνος, ἀνευφημείσθω μοι· θείᾳ γὰρ ἀγάπῃ, πάντων ἀλογήσαντες, στεῤῥῶς ὑπὲρ Χριστοῦ ἠγωνίσαντο· καὶ νῦν πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἐλεος.

Δόξα. Ἦχος β΄.

Τῶν ἀρετῶν γεηπονῶν τὴν χάριν, ἀθλητικὴν καρποφορίαν ἤνεγκας, μαρτυρικῶς ἀγωνισάμενος, Χρύσανθε μακάριε· καὶ νῦν τῆς ἄνω δόξης, ἀπολαβὼν τὸ διάδημα, ὡς στρατιώτης Χριστοῦ, ἀδιαλείπτως πρέσβευε, σώζεσθαι τοὺς σὲ μακαρί-ζοντας.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. ῏ Ηχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ολῳ σου τῷ νοΐ, τὰ μέλλοντα προσβλέπων, τὰ ἐπὶ γῆς ἀπώσω, καὶ ἤθλησας νομίμως, ὑπὲρ Κυρίου, Χρύσανθε.

Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Δρόμον ἀθλητικόν, ἀνδρειοτάτῃ γνώμῃ, Χρύσανθε, διανύσας, ὡς τοῦ Χριστοῦ ὁπλίτης, Ἀγγέλοις συνηρίθμησαι.

Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Ηθλησας ἀνδρικῶς, καὶ ᾔσχυνας τὴν πλάνην, Χρύσανθε ἀθλοφόρε, καὶ στέφος μαρτυρίου, παρὰ Χριστοῦ ἀπείληφας.

Δόξα. Τριαδικόν.

Μάρτυρες οἱ διττοί, Τριάδα τὴν Ἁγίαν, ὁμοῦ σὺν Εὐφημίᾳ, Χρύσανθε, δυσωπεῖτε, δοῦναι ἡμῖν συγχώρησιν.

Καὶ νῦν. Θεοτοκίον.

Ελαμψεν ἐξ ἁγνῶν, λαγόνων Σου ὁ Κτίστης, ἐν εἴδει ἀνθρωπίνῳ, καὶ ἔσωσε τὸν κόσμον, Παρθένε, ὡς φιλάν-θρωπος.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. ῏Ηχος γ΄. Θείας πίστεως.

Ανθος εὔοσμον, θείας ἀγάπης, σκεῦος χρύσεον, τοῦ μαρτυρίου, ἀνεδείχθης, παναοίδιμε Χρύσανθε· σὺ γὰρ ἀθλήσας νομίμως ἐδόξασας, τὸ τοῦ Σωτῆρος πανύμνητον ὄνομα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Ἦχος δ΄. Κατεπλάγη ᾽Ιωσήφ.

Ετοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι, ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμή-τορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ.  Εἰς δὲ τό Κύριε ἐκέκρα-ξα ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τοῖς χρυσέοις σου ἤθεσι, φερωνύμως κοσμούμενος, ὥσπερ ἄνθος ἤνθησας, Μάρτυς Χρύσανθε, ἐν τῷ λειμῶνι τῆς πίστεως, ὀσμὴν τὴν οὐράνιον, διαπνέον μυστικῶς, μαρτυρίου παλαίσμασι, τοῖς τὴν μνήμην σου, τὴν ἁγίαν τελοῦσιν, Ἀθλοφόρε, καὶ ὑμνοῦσι τὸν Σωτῆρα, τὸν σὲ λαμπρῶς ἐνισχύσαντα.

Ως τρωθεὶς θείῳ ἔρωτι, τῶν ἐν κόσμῳ ἠλόγησας, ὡς ῥεόντων, Ἅγιε, νοῒ κρείττονι, καὶ μαρτυρίου διέδραμες, ἀνδρείως τὸ στάδιον, καὶ καθεῖλες τὸν ἐχθρόν, ψυχικῇ σου στεῤῥότητι· διὰ τοῦτό σε, ὡς Χριστοῦ Ἀθλητὴν ἀνευφημοῦμεν, καὶ μεσίτην ἡμῶν θεῖον, πρὸς τὸν Σωτῆρα, μακάριε.

Ανδρικῷ παραστήματι, τὴν ἀπάτην διήλεγξας, καὶ Χριστοῦ τὸ ὄνομα ὡμολόγησας, καὶ ἐκτμηθεὶς τὸν αὐχένα σου, ῥοαῖς τῶν αἱμάτων σου, πορφυρίδα σεαυτῷ, ἀφθαρσίας ἐφοίνιξας, Μάρτυς Χρύσανθε, ἣν φορέσας παρέστης τῷ Κυρίῳ, ὡς γενναῖος Ἀθλοφόρος, καὶ στρατιώτης ἀήττητος.

Ωσπερ ἄνθος πανεύοσμον, εὐσεβείας καὶ χάριτος, Ἀθλοφόρε Χρύσανθε, εὐφημοῦμέν σε· ὅτι εὐφραίνεις ἑκάστοτε, ἡμῶν τὴν διάνοιαν, εὐωδίᾳ μυστικῇ, τῶν ἁγίων καμάτων σου, θείῳ Πνεύματι, καὶ διώκεις τῆς πλάνης τὸ δυσῶδες, καὶ ὀσμὴν θανατηφόρων, παθῶν τοῦ χείρονος, ἔνδοξε.

Τῇ δυνάμει τῆς πίστεως, καὶ τῷ λόγῳ τῆς χάριτος, εὐσεβείας ἔδειξας τὴν λαμπρότητα· καὶ τῇ τομῇ τοῦ αὐχένος σου, ἀπέτεμες, Χρύσανθε, τὴν τοῦ ψεύδους κεφαλήν, καὶ τοῖς ἄνω στρατεύμασι, συνηρίθμησαι, τῆς ζωῆς τῆς ἀλήκτου ἀπολαύων, καὶ χαρᾶς ἀδιαδόχου, καὶ τρισηλίου ἐλλάμψεως.

Μαρτυρίου τὰ σκάμματα, ἀνδρικῶς διανύσαντες, κατ’ ἀξίαν, Ἅγιοι, ἐδοξάσθητε, Χρύσανθε Μάρτυς ἀήττητε, ὁμοῦ σὺν θεόφρονι, Εὐφημίᾳ τῇ σεμνῇ· διὰ τοῦτο δεόμεθα, μὴ ἐλλείπητε, δυσωποῦντες Τριάδα τὴν Ἁγίαν, ὑπὲρ τῶν ὑμνολογούντων, ὑμῶν τὴν ἔνδοξον ἄθλησιν.

Δόξα. ῏Ηχος δ΄.

Μαρτυρικῇ ἐνστάσει, ἐν τῷ σκάμματι τῆς ἀθλήσεως ἀριστεύσας, τυραννικὴν μανίαν ἐφαύλισας, τῇ ἄνωθεν ῥοπῇ, Χρύσανθε Μάρτυς ἀήττητε· τὴν γὰρ θείαν πανοπλίαν ἐνδυσάμενος, στρατιώτης ἀκραιφνὴς ἀνεδείχθης, τοῦ Βασιλέως τῆς δόξης Χριστοῦ, καὶ τῶν ἀντικειμένων τὰς τάξεις ἐτροπώσω, ὅπλοις ἀληθείας. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Ω τοῦ παραδόξου θαύματος! Ὁ ἐν Πνεύματι ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου· Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ’ ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής· ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανα-κτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

῏ Ηχος α΄.

Τὸ χρύσεον ἄνθος τῶν Μαρτύρων, καὶ λαμπρὸν τοῦ Χριστοῦ ἀριστέα, Χρύσανθον τὸν ἔνδοξον, μαρτυρικοῖς ἐπαίνοις στέψωμεν· ὁλικῇ γὰρ διανοίᾳ, ἀκολουθήσας τῷ Σωτῆρι, Τούτου  τὸ  Πάθος  ἐμιμήσατο,  ἀθλητικοῖς  ἀγῶσι·  καὶ  τῆς

Αὐτοῦ Βασιλείας μετασχών, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύει, θέσει θεούμενος, καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ηχος β΄.

Τῆς εὐσεβείας τῷ ζήλῳ πυρούμενος, τοῦ μαρτυρίου ὑπῆλθες τὰ σκάμματα, σεαυτὸν ἀπαρνησάμενος, θεολήπτῳ ψυχῆ, παμμάκαρ Χρύσανθε· καὶ γνώμῃ κεχρυσωμένῃ, τὴν τῶν εἰδώλων πενίαν διήλεγξας, ἐν τῷ λόγῳ τῆς χάριτος· καλῶς γὰρ ὡμολόγησας, τὴν καλὴν ὁμολογίαν, καὶ τῷ Σωτῆρι προσενήνεξαι, ὡς θῦμα εὐπρόσδεκτον, τμηθεὶς τὸν αὐχένα. Ἀλλ’ ὡς Μάρτυς ἀήττητος, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Ὁ αὐτός.

Τῷ οἰκείῳ αἵματι τῆς ἀσεβείας, σβέσας τοὺς ἄνθρακας, τὰς ψυχικὰς ἡμῶν ἀρούρας ἤρδευσας, πρὸς εὐκαρπίαν μυστικήν, Χρύσανθε Μάρτυς Χριστοῦ· τῆς γὰρ μελλούσης ζωῆς, τὰς ἀπαρχὰς γεωργεῖς, καὶ πρὸς θεῖον ἔρωτα, ἐκκαίεις τὰς διανοίας ἡμῶν, τοῖς μακαρίοις πόνοις σου. Δι’ ὧν τὴν ἄπονον ζωὴν ἐκληρονόμησας, καὶ ἀϊδίων ἐπάθλων ἔτυχες, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τελούντων τὴν μνήμην σου

Δόξα. ῏ Ηχος γ΄.

Ανδρισάμενος στεῤῥῶς ἐν τῇ δοθείσῃ σοι ἰσχύϊ, ἐν ἀσθενείᾳ φύσεως, κατηγωνίσω τὸν ἀρχαῖον πτερνιστήν, Χρύσανθε μακάριε· οὐδόλως γὰρ ἔπτηξας τὴν φρυαττομένην κακίαν, ἀλλ’ ἀπτοήτῳ ψυχῇ, ὑπῆλθες τὸ σκάμμα τῆς ἀθλήσεως· καὶ νίκης τρόπαιον ἀράμενος, τῶν αἰωνίων ἀγαθῶν ἠξίωσαι, ἀνακεκαλυμμένως ὁρῶν, Χριστοῦ τὴν λαμπρότητα· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, θεοδέκτοις λιταῖς σου, οἱ τελοῦντες τὴν μνήμην σου, Ἅγιε.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Φαιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα. Ἐν ἐκείνῃ τῷ Σωτῆρι, Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην, δοῦλος κλητὸς ἐβάπτισεν. Ἐκεῖ ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμαζον· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυττε.

Εἰς τὸν Στίχον.

Ἦχος πλ. δ'. ῍ Ω τοῦ παραδόξου θαύματος!

Μάρτυς Ἀθλοφόρε Χρύσανθε, διά Χριστόν τὸν Θεόν, σεαυτὸν παραδέδωκας, πρὸς σφαγὴν ἑκούσιον, θείῳ πόθῳ πτερούμενος· καὶ ἐκτμηθείς σου τὴν κάραν, ἔνδοξε, πρὸς ἀθανάτους, λήξεις ἀνέδραμες. Ὦ τῆς λαμπρότητος, ἧς μέτοχος γέγονας ἐν οὐρανοῖς, ὑπὲρ τῶν τιμώντων σε, ἀεὶ δεόμενος.

Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Μάρτυς Ἀθλοφόρε Χρύσανθε, ἀκαταπλήκτῳ ψυχῇ, τὸν Χριστὸν ὡμολόγησας, μὴ δείσας τὰ βάσανα, καὶ τὸν βίαιον θάνατον· ὅθεν πρὸς δόξαν, τὴν ὑπερκόσμιον, καλῶς τελέσας, τὸν θεῖον δρόμον σου, χαίρων ἀνέδραμες, καὶ χοροῖς ἠρίθμησαι τῶν Ἀθλητῶν, ἡμῖν ἱλεούμενος, Χριστὸν τὸν Κύριον.

Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Χαίροις, Ἀθλοφόρε Χρύσανθε, τῆς Ἐκκλησίας Χριστοῦ, χρυσοῦν ἄνθος ἀμάραντον· χαίροις, καλλιπάρθενε, Εὐφημία πανεύφημε· χαίροις, Μαρτύρων, δυὰς ὑπέρτιμε, οἱ καθελόντες, πλάνης τὸ φρύαγμα· ὡς παριστάμενοι, τοῦ Χριστοῦ τῷ βήματι ὑπὲρ ἡμῶν, δέησιν προσάγετε, θεομακάριστοι.

Δόξα.  ῏ Ηχος πλ. β΄.

Τῷ πυρὶ τῆς θείας ἀγάπης, τῆς ἀπάτης φλέξας τὴν ἄκανθαν, ὡς λαμπὰς ἀειφανὴς ἀνήφθης, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, καλῶς ἀθλήσας, Χρύσανθε· ὅθεν τῷ φωτί τῶν πρεσβειῶν σου, πρὸς τὸ φῶς τῶν θείων προσταγμάτων ἡμᾶς ὁδήγει, καὶ παθῶν τὸ σκότος σκέδασον, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, Ἀθλητὰ μακάριε.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Ερχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καὶ φησὶ πρὸς αὐτόν· ἐγὼ χρείαν ἔχω ὑπὸ Σοῦ βαπτισθῆναι, καὶ Σὺ ἔρχῃ πρός με; Οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί· Σύ με ἁγίασον, Δέσποτα, τῆ θείᾳ ἐπιφανείᾳ Σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.

Ἦχος γ΄. Θείας πίστεως.

Ανθος εὔοσμον, θείας ἀγάπης, σκεῦος χρύσεον, τοῦ μαρτυρίου, ἀνεδείχθης, παναοίδιμε Χρύσανθε· σὺ γὰρ ἀθλήσας νομίμως ἐδόξασας, τὸ τοῦ Σωτῆρος πανύμνητον ὄνομα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ετοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ, Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Αθλήσας ἀνδρικῶς, δι’ ἀγάπην Κυρίου, καθεῖλες τὰς βουλάς, τοῦ ἐχθροῦ τοῦ δολίου· διὸ σὲ μακαρίζομεν, Ἀθλητὰ Χριστοῦ Χρύσανθε, καὶ βοῶμέν σοι· ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν τελούντων σου, τὴν παναοίδιμον μνήμην, Ἀγγέλων συνόμιλε.

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.

Προέρχεται σαρκί, ὁ ὑπέρθεος Λόγος, ἐν ῥείθροις ποταμοῦ, βαπτισθῆναι δι’ οἶκτον· Ὅν βλέπων προσερχόμενον, Ἰωάννης ὁ Πρόδρομος, πίστει ἔκραξε· Σύ με ἁγίασον, Σῶτερ, ὁ τὰ πταίσματα, τῷ ᾽Ιορδάνη ἐνθάπτων, βροτῶν ἀγαθότητι.

Μετὰ τὴν β΄ Στιχολογίαν,

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Πόνοις ἀθλήσεως, Μάρτυς, ἠρίστευσας, καὶ τὴν εὐσέβειαν, πᾶσιν ἐτράνωσας, ὁμολογήσας τὸν Χριστόν, ἐνώπιον ἀσεβούντων· ὅθεν οὐρανίων σε, δωρεῶν κατηξίωσεν, ὁ τῶν ὅλων Κύριος, δεχθεὶς τοὺς ἀγῶνάς σου· ᾧ πρέσβευε ὑπὲρ τῶν τελούντων, Χρύσανθε, μνήμην σου τὴν θείαν.

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.

Εἰκὼν προσέρχεται, ἐπὶ τὸ βάπτισμα, ὁ Ὑπερούσιος, βροτὸς γενόμενος, ὅνπερ ἰδὼν ὁ Βαπτιστής, ἐβόα ἐν εὐλαβείᾳ· πῶς βαπτίσω, Δέσποτα, Σὲ τὸν ἀμόλυντον; Σὺ οὖν με ἁγίασον, ὡς πηγὴ ἀγαθότητος, καὶ δίδου ὀφλημάτων τὴν λύσιν, τοῖς προσκυνοῦσί Σου τὸ κράτος.

Μετά τόν Πολυέλεον,

Κάθισμα. ῏ Ηχος δ΄. ᾽Επεφάνης σήμερον.

Εν σταδίῳ Χρύσανθε, ἀνδραγαθήσας, τὸν τῆς νίκης στέφανον, οἷα γενναῖος Ἀθλητής, παρὰ Κυρίου ἀπείληφας· Ὅν ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.

Τὰς ψυχὰς καθάρωμεν, βίῳ ἀμέμπτῳ, καὶ Χριστὸν δεξώμεθα, ἥκοντα βάπτισμα λαβεῖν, Αὐτῷ βοῶντες καὶ λέγοντες· δόξα, Οἰκτίρμον, τῆ Σῇ ἀγαθότητι.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.

Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρἰου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄ 32-36, ια΄ 1).

Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Ὁ Ν΄(50) Ψαλμός.

Δόξα. Ταῖς τῶν Ἀθλοφόρων...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου

Ἰδιόμελον. ῏ Ηχος  β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...

Μαρτυρικῇ κεκοσμημένος εὐκλείᾳ, τῆς ἀφθαρσίας ἐκομίσω τὰς δωρεάς, παρὰ Χριστοῦ ἀθλοθέτου, Χρύσανθε μακάριε· ὡς τῶν Παθῶν γὰρ Αὐτοῦ κοινωνήσας, καὶ τῆς Βασιλείας ἠξίωσαι, τελέσας τὸν ἀγῶνα· διὸ σὲ μακαρίζομεν, γεραίροντες τοὺς ἄθλους σου.

Οἱ Κανόνες· Προεόρτιος ἐκ τοῦ Μηναίου καί τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς· Τὴν σὴν ἄθλησιν, Χρύσανθε, μέλπω. Γερασίμου.

ᾨδὴ α΄. ῏ Ηχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Τὸν νοῦν μου φωτιστικαῖς πρεσβείαις σου, Χρύσανθε, λάμπρυνον, ἵνα ὑμνήσω, Μάρτυς ἱερῶς, τοὺς ἁγίους ἀγῶνάς σου, δι’ ὧν Χριστὸν ἐδόξασας, τὸν σὲ ἀξίως μεγαλύναντα.

Ησχύνθη ὁ δυσμενὴς καὶ πέπτωκεν, εἰς γῆν ὁ δόλιος, τῇ σῇ ἐνστάσει, Μάρτυς, τῆ στεῤῥᾷ· τὸν Χριστὸν γὰρ ἐκήρυξας, καὶ δι’ Αὐτὸν τὸν θάνατον, προθύμως, Χρύσανθε, ὑπέμεινας.

Νοός σου πρὸς τὸν Χριστὸν κατεύθυνας, ἅπασαν κίνησιν, καὶ ἐκφυγὼν τὴν σχέσιν τῶν φθαρτῶν, μαρτυρίου τὸν δίαυλον, γενναιοφρόνως ἤνυσας, Χρύσανθε, Μάρτυς ἀγαλλόμενος.

Θεοτοκίον.

Σαρκός μου ἀναλαβὼν τὸ φύραμα, ἐκ τῶν αἱμάτων Σου, ἀναλλοιώτως, Κόρη, ὑπὲρ νοῦν, Θεὸς ἅμα καὶ ἄνθρωπος, Χριστὸς ἐκ Σοῦ προέδραμεν, ἀνακαινίζων ἡμᾶς, Ἄχραντε.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Ηγώνισαι καρτερῶς, ὡς στρατιώτης Χριστοῦ ἄριστος, καὶ τοῦ ἐχθροῦ ἔτρωσας, ἅπασαν τὴν δύναμιν, Χρύσανθε.

Νεκρώσεως καὶ φθορᾶς, ἀποβαλών τὸ γεηρὸν ἔνδυμα, ἀθλητικῶς, Χρύσανθε, χλαῖναν άφθαρσίας ἐνδέδυσαι.

Αἱμάτων σου οἱ κρουνοί, τῆς ἀσεβείας τὴν πυρὰν ἔσβεσαν, καὶ τῶν πιστῶν ἤρδευσαν, Χρύσανθε θεόφρον, τὸ φρόνημα.

Θεοτοκίον.

Θανάτου καὶ τῆς φθορᾶς, τῷ τοκετῷ Σου λυτρωθείς, Ἄχραντε, διὰ Σοῦ, Δέσποινα, δρέπομαι ζωὴν τὴν ἀθάνατον.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Αγῶσιν ἀθλήσεως, καταβαλὼν τὸν ἐχθρόν, ζωὴν τὴν ἀθάνατον, διὰ θανάτου σαφῶς, ἐδρέψω, μακάριε· ὅθεν τῆς ἀφθαρσίας, τῷ νυμφῶνι χορεύων, Χρύσανθε Ἀθλοφόρε, ἐκτενῶς ἐκδυσώπει, ὑπὲρ τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.

Δόξα. Καί νῦν. Προεόρτιον. Ὅμοιον.

Ανθρώπων τὸ φύραμα, ἀναλαβών, Ἀγαθέ, προέρχῃ ὡς ἄνθρωπος, ἐν Ἰορδάνῃ λαβεῖν, Οἰκτίρμον, τὸ βάπτισμα. Ὅθεν Σου τὴν ἁγίαν, ἐπιφάνειαν, Σῶτερ, ἅπαντες προσκυνοῦμεν, καὶ πιστῶς Σοι βοῶμεν· δίδου τοῖς λατρευταῖς Σου, τὰ θεῖα ἐλέη Σου.

ᾨδὴ δ΄. Ἐπαρθέντα Σε ἰδοῦσα.

Λαμπρυνόμενος τῷ φέγγει τοῦ Παρακλήτου, τὸν σκοτασμὸν παρέδραμες, Χρύσανθε, τῆς πλάνης, καὶ πρὸς τὴν ἀνέσπερον ἡμέραν ἐχώρησας, διὰ μαρτυρίου, πανεύφημε.

Η σὴ μνήμη ἀνατείλασα τοῖς ἐν κόσμῳ, ἀκτῖσι τῶν ἀγώνων σου, ἅπασαν ἐλαύνει, ὁμίχλην τῶν θλίψεων, δαιμόνων τε ζόφωσιν, Χρύσανθε, Ἀγγέλων συνόμιλε.

Σοφιστείας διαλύσας τῆς ἀσεβείας, τῷ λόγῳ τῆς χάριτος καὶ σοφίᾳ θείᾳ, Χριστὸν ὡμολόγησας, Θεόν τε καὶ ἄνθρωπον, Χρύσανθε, ἀνδρείῳ φρονήματι.

Ιθυνόμενος τῷ φόβῳ τῷ θείῳ, μάκαρ, ὑπῆλθες ἀνδρικώτατα, Χρύσανθε, τοὺς πόνους, τῆς θείας ἀθλήσεως, καὶ χαίρων ἐσκήνωσας, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι.

Θεοτοκίον.

Νεκρωθεὶς τῇ ἁμαρτίᾳ δι’ ἀμελείας, πρὸς Σέ, Ἁγνή, κατέφυγον, καὶ θερμῶς βοῶ Σοι· ζώωσόν με, Δέσποινα, ζωὴν ἡ κυήσασα, τὴν πηγὴν τοῦ ἐλέους, τὸν Κύριον.

ᾨδὴ ε΄. Σύ, Κύριέ μου, φῶς.

Χρύσανθον τὸν κλεινόν, εὐφημήσωμεν Μάρτυρα, καὶ σὺν αὐτῷ Εὐφημίαν, τὴν πανεύφημον κόρην, νομίμως ὡς ἀθλήσαντας.

Ρήσεσιν ἱεραῖς, πειθαρχῶν, Μάρτυς Χρύσανθε, σεαυτὸν ἀπηρνήσω, καὶ προθύμως τὴν τρίβον, τοῦ μαρτυρίου ἤνυσας.

Υψωσας τῆς ψυχῆς, καὶ καρδίας τὸν ἔρωτα, πρὸς τὸν πανύψιστον Λόγον, καὶ προθύμως ἐδέξω, τὸν θάνατον, ἀοίδιμε.

Στέφει πανευπρεπεῖ, ἀφθαρσίας κοσμούμενος, μὴ διαλείπῃς πρεσβεύων, ὦ Χρύσανθε τρισμάκαρ, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Θεοτοκίον.

Αχραντε Μαριἀμ, Θεοτόκε Πανύμνητε, τὴν σκοτισθεῖσαν ψυχήν μου, ἁμαρτίας τῷ ζόφῳ, καταύγασον καὶ σῶσόν με.

ᾨδὴ ς΄. Θύσω Σοι, μετὰ φωνῆς.

Νομίμως, διανύσας δυνάμει τῇ ἄνωθεν, τὸ τῆς ἀθλήσεως σκάμμα, τῆς δικαιοσύνης παρὰ Κυρίου, ἐκομίσω, τὸ διάδημα, Χρύσανθε ἔνδοξε.

Θάλασσαν, ἀσεβείας τοῖς ῥείθροις κατέκλυσας, τῶν σῶν χυθέντων αἱμάτων, καὶ ἀκαταπόντιστος προσωρμίσθης, πρὸς λιμένας, τῆς γαλήνης ἄνωθεν, Χρύσανθε.

Εχοντες, πρὸς Χριστὸν παῤῥησίαν, μακάριοι, ὑπὲρ ἡμῶν δυσωπεῖτε, Χρύσανθε θεόφρον καὶ Εὐφημία, ὡς ἂν λύσιν, τῶν πταισμάτων ἀεὶ κομιζώμεθα.

Θεοτοκίον.

Μαρία, Θεοτόκε Παρθένε ἀμόλυντε, τὴν μολυνθεῖσαν ψυχήν μου, κάθαρον τοῖς ῥείθροις τοῦ Σοῦ ἐλέους, καὶ πρὸς κτῆσιν, ἀληθοῦς μετανοίας με ἴθυνον.

Κοντάκιον. ῏ Ηχος δ΄. Τὰ ἄνω ζητῶν.

Τοῖς ῥείθροις, σοφέ, αἱμάτων σου ἐξήρανας, τῆς πλάνης δεινά, καὶ ψυχοφθόρα ῥεύματα, καὶ πρὸς πηγὴν ἀθάνατον, αἰωνίου ζωῆς κατεσκήνωσας· διὸ δυσώπει διδόναι ἡμῖν, πταισμάτων τὴν λύσιν, Μάρτυς Χρύσανθε.

Ὁ Οἶκος.

Τῇ φωνῆ τοῦ Σωτῆρος ἀκολουθήσας, πάντα τὰ ἐν κόσμῳ τερπνὰ καὶ ἡδέα ἀπώσω καὶ σαυτὸν ἀπαρνησάμενος, πρὸς μαρτυρικὰ ἐχώρησας σκάμματα, ἀγάπῃ θείᾳ τιτρωσκόμενος  καὶ πρὸς αἰώνιον ζωὴν ὁλοτρόπῳ σπουδῇ ἐπειγόμενος, μακάριε· καὶ εὐτόλμως κηρύξας Χριστοῦ τὸ ὄνομα, οὐκ ἔπτηξας τὴν τῶν ἀντικειμένων μανίαν, οὐδὲ θανάτου τὴν ψῆφον, ὡς Ἀθλητὴς ἐνθεώτατος· διὸ καλῶς τελέσας τὸν ἀγῶνα, καὶ τῶν οὐρανίων ἐπάθλων έπιτυχών, ἀεὶ δυσώπει διδόναι ἡμῖν, πταισμάτων τὴν λύσιν, Μάρτυς Χρύσανθε.

Συναξάριον.

Τῇ Δ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἀγίου Μάρτυρος Χρυσάνθου.

Στίχοι.

Χρύσανθος ἀνθεῖ καρπὸν ἥδιστον πάνυ,

Τὸν καὶ πολὺ φανέντα κρείττω χρυσίου.

Χρύσανθος τετάρτῃ ἐξεπέρησεν ἆθλον ἀργαλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐφημίας, τῆς πλησίον τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.

Στίχοι.

Εὐφημίας λόγος σε τὴν Εὐφημίαν,

Τρανῶς κατηξίωσε τῆς ἀθανάτου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Εν τῇ καμίνῳ, τῶν πειρασμῶν δρόσον δεχό-μενος, Χρύσανθε Ἀθλοφόρε, χάριτος θεϊκῆς, εὐχαρίστως ἀνεκραύγαζες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου, Κύριε.

Λελαμπρυσμένος, τοῦ μαρτυρίου θείου στίγμασι, δόξης τε ἁγίας, Χρύσανθε, ταῖς αὐγαῖς, ἀπαστράπτων ἀνακράζεις νῦν· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου, Κύριε.

Πάντα τὰ κέντρα, τοῦ πολεμήτορος συνέτριψας, Χρύσανθε, βολίσιν ἄθλων σου ἱερῶν, ἀνακράζων τῷ Παντάνακτι· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου, Κύριε.

Θεοτοκίον.

Γένος ἀνθρώπων, πρὸς ἀφθαρσίαν ἀνακέκληται, τῷ τῆς Σῆς ἁγνείας θείῳ τοκετῷ, Θεοτόκε Ἀειπάρθενε· ὅθεν ὑμνοῦμέν Σε, ὡς ἀπαρχὴν σωτηρίας καὶ εἴσοδον.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Εδραμες ἀνδρείῳ λογισμῷ, τὸν τῆς ἀθλήσεως δρόμον, μακάριε· καὶ τὰς πορείας ἐστένωσας, τοῦ ἐχθροῦ τοῦ πολεμήτορος, καὶ πρὸς τὸ πλάτος οὐρανοῦ, ψάλλων ἀνέδραμες· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ρώμῃ δυναμούμενος Χριστοῦ, τὴν τοῦ ἀλάστορος, ἰσχὺν ἐφαύλισας, καὶ ἀσθενείᾳ τῆς φύσεως, ἀριστεύσας, Μάρτυς Χρύσανθε, ξίφει ὑπέκλινας σαυτόν, καὶ χαίρων ἔδραμες, ἔνθα πάντων, τῶν Ἀθλητῶν αἱ τάξεις χορεύουσιν.

Ανωθεν ὡς Μάρτυς εὐκλεής, τοῦ Παντοκράτορος, ἅγιε Χρύσανθε, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, καί γεραίροντας τοὺς ἄθλους σου, ἀεὶ ἐπόπτευε, σοφέ, καὶ ῥύου πάντοτε, πάσης βλάβης, καὶ κινδύνων παντοίων καὶ θλίψεων.

Θεοτοκίον.

Σκέπε καὶ ἀπάλλαττε ἡμᾶς, τῶν τοῦ ἀλά-στορος, βελῶν ἑκάστοτε, καί ῥυπαρῶν ἐνθυμήσεων, κάθαρον τὸν νοῦν, Πανάχραντε, καὶ τὴν καρδίαν καὶ ψυχήν, φύλαττε πάντοτε τῶν βοώντων· χαῖρε, Κόρη, βροτῶν τὸ διάσωσμα.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Ισχυσας ἑλεῖν τῆς ἀπάτης, ἐν τῇ δυνάμει τοῦ Σωτῆρος, πᾶσαν τὴν ἰσχύν, Ἀθλοφόρε, καὶ μαρτυρίου στέφανον δέξασθαι· διὸ σὲ μακαρίζομεν, Χρύσανθε Μάρτυς ἀξιάγαστε.

Μνήμην σου τελοῦντες τὴν θείαν, φιλομαρτύρων δῆμος, Μάρτυς Χρύσανθε, θερμῶς σοι βοῶμεν· μὴ διαλείπῃς ἀεὶ δεόμενος, λαβεῖν τὸ θεῖον ἔλεος, καὶ φωτισμὸν ἡμᾶς οὐράνιον.

Οἱ τῆς Ἐκκλησίας ἀστέρες, καὶ Ὀρθοδόξων οἱ προστάται, Χρύσανθος ὁ Μάρτυς Κυρίου, καὶ Εὐφημία ἡ καλλιπάρθενος, συμφώνως ἀνυμνείσθωσαν, ὡς πρεσβευταὶ ἡμῶν πρὸς Κύριον.

Θεοτοκίον.

Υψιστον Θεὸν τετοκυῖα, μετὰ σαρκὸς ἀναλλοιώτως, ὕψωσον ἡμῶν τὴν καρδίαν, πρὸς τὴν ἀγάπην τὴν θείαν, Ἄχραντε, καὶ αἴτει ταῖς ψυχαῖς ἡμῶν, τὸν φωτισμὸν τοῦ θείου Πνεύματος.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Χρύσεον ἄνθος ὤφθης, τῆς ᾽Εκκλησίας τοῦ Χριστοῦ, ἀθλητικῇ γεωργίᾳ, εὐωδιάζον μυστικῶς, τῶν εὐσεβῶν τὰς καρδίας, Χρύσανθε Μάρτυς Κυρίου.

Προεόρτιον. Ὅμοιον.

Επὶ τὰ ῥεῖθρα ἥκει, τοῦ Ἰορδάνου ὁ Σωτήρ, ὡς ἂν βαπτίσματι θείῳ, ἀποκαθάρῃ τὸν Ἀδάμ· προϋπαντήσωμεν τούτῳ κεκαθαρμέναις καρδίαις.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Αθλητικῶς ἀριστεύσας, παμμάκαρ Χρύσανθε, ἐπάθλων οὐρανίων, ἐπαξίως μετέσχες, καὶ δόξης ἀποῤῥήτου ἀξιωθείς, ἐκτενῶς καθικέτευε, ὑπὲρ ἡμῶν τῶν τελούντων χρεωστικῶς, τὴν σεπτήν σου μνήμην, Ἅγιε.

Τοῖς τῶν αἱμάτων σου ῥείθροις, παμμάκαρ Χρύσανθε, κατέσβεσας τὴν φλόγα, τῆς εἰδώλων ἀπάτης, καὶ ὤμβρησας τὴν δρόσον τὴν ἐκ Θεοῦ, τὴν εὐφραίνουσαν, Ἅγιε, τὰς διανοίας τῶν ὕμνοις τε καὶ ᾠδαῖς, εὐφημούντων σου τὴν ἄθλησιν.

Τῆς ἀφθαρσίας τῷ στέφει, καλλωπιζόμενος, ὡς Μάρτυς τοῦ Σωτῆρος, Χρύσανθε Ἀθλοφόρε, δυσώπει ἐκλυτροῦσθαι φθοροποιῶν, πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἐκτελοῦντας ἐν πίστει εἰλικρινεῖ, τὴν ἁγίαν σου πανήγυριν.

Τοῦ Παρακλήτου τῇ αἴγλῃ, καταλαμπόμενοι, Χρύσανθε Ἀθλοφόρε, καὶ σεμνὴ Εὐφημία, αἰτεῖσθε τὸν σωτήριον ἱλασμόν, καὶ πταισμάτων τὴν ἄφεσιν, τοῖς τὴν σεπτὴν ὑμῶν μνήμην καὶ παμφαῆ, κατὰ χρέος ἑορτάζουσι.

Δόξα. Ἦχος πλ. α΄.

Τῷ φωτὶ τῆς πίστεως, τὴν ζωὴν ῥυθμίζων, ἀθλητικῆς εὐκλείας ἐπέβης, καλῶς ἀγωνισάμενος, Χρύσανθε θεόφρον. Τῷ γὰρ Χριστῷ ἀκολουθῶν, ὑπὲρ τῆς δόξης Αὐτοῦ, τῆς προσκαίρου ζωῆς οὐκ ἐφείσω, ἀλλ’ οἰκείῳ αἵματι, τὴν πρὸς Αὐτὸν τελειοτάτην ἐκύρωσας ἀγάπην. Ἀλλ᾽ ὡς ἔχων παῤῥησίαν πρὸς Αὐτόν, ἱκέτευε δεόμεθα, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Εν Ἰορδάνῃ ποταμῷ Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ Αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις, εὐσεβείας ἄνθος τερπνόν, Χρύσανθε παμμάκαρ, γεωργίᾳ ἀθλητικῇ, τὰς τῶν εὐσεβούντων, αἰσθήσεις κατευφραῖνον, καὶ πλάνης τὸ δυσῶδες, διῶκον πάντοτε.

 

Δίστιχον.

Χρύσανθε, χρύσωσον ἀρετῶν χρυσίῳ,

Γεράσιμον μέλψαντα τὴν ἄθλησίν σου.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου