8 ΙΑΝ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν
στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πάντα τὰ ἐπίγεια οἷα φθαρτὰ, καταλέλοιπας οὐρανίῳ φρονήματι, Ἀγάθων μακάριε,
καὶ ἐπ’ὤμων ἄρας Σταυρὸν τοῦ Κυρίου κατηκολούθησας Αὐτῷ καὶ ἰσαγγέλως ἐν γῇ
ἐβίωσας καὶ ὤφθης ἰσοστάσιος τῶν Ἀσωμάτων δυνάμεων, μετὰ τέλος τὸ ἅγιον, ἐν
μεθέξει θεούμενος.
Ασκησιν ἑλόμενος, σαρκὸς τὰ πάθη ἐνέκρωσας, ἐγκρατείας τοῖς σκάμμασι καὶ
ψυχὴν ἐζώωσας, προσευχῇ καὶ νήψει καὶ τοῦ Παρακλήτου, ἐνέργειαν ζωοποιόν,
οἷάπερ θείαν ἐδέξω ἔλλαμψιν καὶ ἄστρον ὤφθης ἄδυτον, ἐν Ἀσκητῶν ὁμηγύρεσιν, ὦ
Ἀγάθων Πατὴρ ἡμῶν, διὰ λόγου καὶ πράξεως.
Λύχνος διακρίσεως καὶ τῆς ἀγάπης θησαύ-ρισμα, διὰ βίου λαμπρότητος, σαφῶς ἐχρημάτισας,Ὅσιε
Ἀγάθων, σὺ γὰρ ἐν ἀσκήσει καὶ προσευχῇ διηνεκεῖ, εὐαρεστήσας τῷ Παντοκράτορι,
ἐπλήσθης θείας χάριτος καὶ τὰς βουλὰς διεσκέδασας, τοῦ δεινοῦ κοσμοκράτορος καὶ
Ἀγγέλοις ἠρίθμησαι.
Ολος ἐνθεώτατος, δι’ ἀρετῆς ἀναδέδειξαι καὶ ὁσίας ἀσκήσεως καὶ καλῶς
ἐτέλεσας, Ὅσιε Ἀγάθων, τὸν θεῖον ἀγῶνα καὶ οὐρανίων ἀμοιβῶν καὶ βασιλείας τῆς
ὑπὲρ ἔννοιαν, ἠξίωσαι γηθόμενος, ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον, δυσωπῶν τῶν
τελούντων σου, μνήμην Πάτερ τὴν πάνσεπτον.
Δόξα. Ἦχος δ΄.
Ασκητικῇ πολιτείᾳ ἐμπρέψας, πνευματικῶν χαρίτων ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἀγάθων παμμακάριστε. Τὰ ἄνω γὰρ ποθῶν καὶ ζητῶν, ἀξίως τῆς ἐφέσεως, τὴν πρὸς αὐτὰ πορείαν ἐβάδισας, τὰ κάτω λιπὼν ἐν τῇ φθειρομένῃ ὕλῃ· καὶ νῦν Ἀγγέλοις συνών, σὺν αὐτοῖς ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Σέ τὸν ἐν Πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καθορῶν ὁ
Βαπτιστής, ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων ἐβόα λέγων· οὐ τολμῶ κρατῆσαι
τὴν κορυφήν Σου τὴν ἄχραντον· Σὺ με ἁγίασον Δέσποτα τῇ ἐπι-φανείᾳ Σου, μόνε
Φιλάνθρωπε.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ωφθης ἐν Ἀσκηταῖς, αἰδέσιμος Ἀγάθων, λαμπρότητος τοῦ βίου καὶ πράξεσιν
ἐνθέοις, ὡς ἄνθρωπος οὐράνιος.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Νέκρωσιν τῶν παθῶν, ἀπέῤῥιψας Ἀγάθων, συντόνῳ ἐγκρατείᾳ καὶ τὸ τῆς ἀπαθείας,
περιεβάλου ἔνδυμα.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Μνήμην σου τὴν σεπτήν, Ἀγάθων τοὺς τελοῦντας, λύτρωσαι πάσης βλάβης καὶ
πάσης ἐπηρείας, ἐχθροῦ τοῦ παναλάστορος.
Δόξα. Τριαδικόν.
Θείῳ Σου φωτισμῷ, Ὑπέρθεε Θεότης, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, λαμπόμενος Ἀγάθων,
ὡς φῶς τῷ κόσμῳ ἔλαμψε.
Καὶ νῦν. Θεοτοκίον.
Θρόνος περιφανής, Χριστοῦ τοῦ Βασιλέως, ἐδείχθης Θεοτόκε, ἀνάγουσα πρὸς
ὕψος, ἡμᾶς ἀγάπης κρείττονος.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος πλ. Α΄. Τὸν Συνάναρχον Λόγον.
Εν ἀσκήσει ἐκλάμψας Ἀγάθων Ὅσιε, τοῦ Παρακλήτου δοχεῖον ὤφθης ὑπέρτιμον καὶ
Ὁσίων ἀρετῶν θεῖον ἐκτύπωμα, ὅθεν ἀΰλων ἀγαθῶν, κληρονόμος γεγονώς, ἱκέτευε
θεοφόρε, πταισμάτων ἄφεσιν δοῦναι, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Εν Ἰορδάνῃ βαπτιζομένου Σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ
γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει Σοι, ἀγαπητόν Σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ
Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ
Θεός καὶ τὸν κόσμον φωτίσας δόξα Σοι.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ
ΕΣΠΕΡΙΝΩ
Μετὰ
τὸν Προοιμιακόν, τό Μακάριος
ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Πάτερ Ἀγάθων τὸν Χριστόν, ὁλικῶς ἠγάπησας καὶ κοσμικὴν ματαιότητα ἐμφρόνως
ἔλιπες καὶ δι’ ἐγκρατείας καὶ στεῤῥᾶς ἀσκήσεως, τοῖς ἴχνεσιν Αὐτοῦ ἠκολούθησας,
διὸ συνόμιλος, τῶν Ἀγγέλων ὤφθης, Ὅσιε, ἱκετεύων, ὑπὲρ τῶν τιμώντων σε.
Πάτερ Ἀγάθων ἀρετῶν, θεία ὑποτύπωσις, ἐν Ἀσκηταῖς ἐχρημάτισας, τῇ πολιτείᾳ
σου καὶ ἐν τῇ ἀγάπῃ πλέον ὑπερέλαμψας, ὡς πλήρης οὐρανίου φρονήματος, διὸ
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Πάτερ Ἀγάθων τῷ πυρί, ἐγκρατείας ἅπασαν, παθῶν τὴν ὕλην κατέφλεξας καὶ φῶς
οὐράνιον, ἐν τῇ σῇ καρδίᾳ, μυστικῶς ἀνέτειλε, φωτίζον καὶ λαμπρύνον σε Ὅσιε,
διὸ αἰτοῦμέν σε καὶ ἡμῶν τὰ διαβήματα, ταῖς πορείαις τοῦ φωτὸς κατεύθυνον.
Ἕτερα. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.
Ολην τὴν διάνοιαν, παντὸς τοῦ κόσμου χωρίσας, πρὸς τὰ ὑπερκόσμια, ὕψωσας τὴν
ἔφεσιν τῆς καρδίας σου καὶ ζωῆς κρείττονος, ἐραστὴς ἐδείχθης, ἐγκρατείᾳ
σεμνυνόμενος καὶ τὴν ἀπάθειαν, Πάτερ γεωργῶν τῇ ἀσκήσει σου καὶ τρέπων τοῖς
ἀγῶσί σου, πᾶσαν τῶν δαιμόνων παράταξιν, Ὅσιε Ἀγάθων, ἰσότιμος Ἀγγέλων γεγονώς,
μεθ’ ὧν ἱκέτευε πάντοτε, ὑπὲρ τῶν τιμώντων σε.
Πόνοις τῆς ἀσκήσεως, καταμαράνας τὴν σάρκα, τὴν ψυχὴν ἐτέλεσας, τοῦ Ἁγίου
Πνεύματος ἐνδιαίτημα καὶ πραΰς γέγονας, Πάτερ ἐν τοῖς τρόποις καὶ ἀγάπης θείας
ἔμπλεως, ἐκφαίνων ἅπασι τὴν ἐν σοὶ λαμπρότητα, Ὅσιε, καὶ λόγοις τε καὶ πράξεσι
καὶ ταῖς ἐνεργείαις ταῖς κρείττοσιν· ὅθεν οὐρανίων, Ἀγάθων, ἀμοιβῶν ἀξιωθείς,
ὑπὲρ ἡμῶν καθικέτευε, τῶν ἀνευφημούντων σε.
Ρείθροις τῶν δακρύων σου καὶ τῶν ἱδρώτων τοῖς ὄμβροις, ἀρδευθεὶς ἐξήνθησας,
ὥσπερ δένδρον εὔκαρπον τῆς ἀσκήσεως, τοὺς καρποὺς Ὅσιε, ἀρετῶν ὁσίων,
προβαλλόμενος ἐν Πνεύματι καὶ θείων πράξεων καὶ ἠθῶν ἀμέμπτων ἑκάστοτε καὶ
τρέφων τὴν διάνοιαν καὶ παθῶν ἐκτίλλων τὴν ἄκανθαν, τῶν σὲ ἀνυμνούντων, Ἀγάθων
θεοφόρε ἐν ᾠδαῖς, ὡς ἡμῶν πρέσβυν πρὸς Κύριον καὶ προστάτην ἔνθεον.
Δόξα. Ἦχος β΄.
Υπελθὼν τὸν ζυγὸν τοῦ Σωτῆρος, πᾶν γεηρὸν ἄχθος, πρὸς θείας ἀναβάσεις,
ἀνατείνων τὸν νοῦν, δι’ ἀσκητικῶν γὰρ καμάτων, ἀνακαθάρας σεαυτόν, καθαρὸν
δοχεῖον, τῆς χάριτος ὤφθης καὶ τύπος ἀγαθῶν φερωνύμως πράξεων, θεοφόρε Ἀγάθων
Ὅσιε. Τοῖς πρόσω γὰρ προβαίνων, πρὸς ἀρετῶν ἤρθης ἀκρώρειαν καὶ ἀπαθείας ἐδρέψω
τὸν καρπόν· ἀλλ’ ὡς τὰ γέρα τῶν πόνων, παρὰ Θεοῦ κομισάμενος, ἀπαύστως ἱκέτευε,
ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Υπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς
ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν. Τὸ
Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα, οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς
αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ
Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῇς αὐτῶν
ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ
κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ'
Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν
παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν·
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ,
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε
οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἔθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις
Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς
τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Τῶν ἐν κόσμῳ πραγμάτων ὑπεριδὼν τὴν ἀπάτην, πρὸς ἀσκητικοὺς ἀπεδύσω ἀγῶνας,
τελειοτάτῳ νοΐ, Ἀγάθων Πατὴρ ἡμῶν· καὶ ἐν αὐτοῖς δόκιμος φανείς, πολὺν καρπὸν
Χριστῷ προσήγαγες, γεωργίᾳ τοῦ κρείττονος, ὡς ἀσκητὴς ἐνθεώτατος. Καὶ νῦν
Ἀγγέλοις συνών, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τῆς ἐναρέτου ζωῆς σου οἱ ἀγῶνες, ὑπὲρ ἥλιον ἔλαμψαν, Ἀγάθων παμμακάριστε·
ἀγαθὸς γὰρ γενόμενος, κατὰ τὴν κλῆσιν, Ὅσιε, ἀγαθύνεις τῷ λόγῳ σου, τοὺς
κεκακωμένους τοῖς πάθεσι. Καὶ τῇ πηγῇ τῆς ἀγάπης ἀτενίζων Χριστῷ, ἐν τελείᾳ
ἀγάπῃ πρὸς τὸν πλησίον διετέθης. Προσλαβὼν γὰρ τὸν πάσχοντα, οἰκείαις χερσὶ
διηκόνεις αὐτῷ, ὡς ἀδελφῷ γνησίῳ. Καὶ τύπον καλῶν ἔργων παραστήσας σεαυτόν,
ἐπαξίως ἐκομίσω, τὸν μισθὸν τῶν καμάτων σου, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος
ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Εν ταπεινώσει πολλῇ, εὐαρεστῶν τῷ Σωτῆρι, τὸν φωτισμὸν τοῦ Πνεύματος
ὑπεδέξω, Ἀγάθων Πάτερ Ὅσιε. Καὶ ὡς φωστὴρ ἐν ἀσκηταῖς διαλάμψας, διαπρεπὴς
ὤφθης Πάτερ, ἐν λόγῳ πρακτικῷ καὶ θείᾳ σοφίᾳ, ὡς τῆς ἀρετῆς ἐργάτης
δοκιμώτατος, πολλῶν παιδεύων τὴν διάνοιαν, ζηλοῦν τὰ κρείττονα χαρίσματα. Καὶ
ὁσίως καὶ ἀμέμπτως ἀγωνισάμενος, τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης, αἰτούμενος ἡμῖν
τὸ θείον ἔλεος.
Ἦχος δ΄.
Ολῳ τῷ νοΐ ἐκδημῶν τῶν κάτω, Ἄγγελος ὤφθης ἐν σαρκί, πρὸς τὰ ἄνω
ἐπειγόμενος, Ἀγάθων παναοίδιμε, ἐν Χριστῷ γὰρ ἔζης, τὸν Σταυρὸν Αὐτοῦ ἀράμενος
καὶ νεκρωθεὶς τοῖς ἐν κόσμῳ. Καὶ νῦν τῆς ἀϊδίου ζωῆς, τὰ ἀγαθὰ δρεπόμενος,
πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος πλ. δ΄.
Τῆς σαρκὸς τὸ φρόνημα, ὑποτάξας τῷ πνεύματι, τῆς ἐν Χριστῷ ζωῆς ἐταμιεύσω τὰ
ἀγαθά, Ἀγάθων Πάτερ Ὅσιε. Τῶν γὰρ φθαρτών καὶ γηΐνων, ἀπεβάλου τὴν σχέσιν, καὶ
συντόνῳ σπουδῇ, καὶ ἐπιδόσει θείων πράξεων, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν
ἐβάδισας,θείᾳ ἀγάπῃ πλατυνόμενος. Καὶ νῦν πρὸς πλάτος οὐρανοῦ, ἀναδραμὼν
θεοφόρε, μὴ παύσῃ πρεσβεύων Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Σήμερον ἡ κτίσις φωτίζεται, σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ
τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία καὶ ἡ
τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τὸν Ἰωάννην,
πῶς βαπτίζει κορυφήν ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες,
συμφώνως βοήσωμεν· ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις,
καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῇ ἀγαπήσει Χριστοῦ, τὰ ἐν τῷ κόσμῳ νουνεχῶς καταλέλοιπας καὶ βίου
ἐπιποθήσας τῶν Ἀσωμάτων, σοφέ, ἐν σαρκὶ ὡς ἄσαρκος ἐβίωσας, συντόνῳ ἀσκήσει γάρ
καὶ πολλοῖς ἐπιδόσεσι, τῆς ἐγκρατείας σεαυτὸν καθηράμενος, οἶκος γέγονας
ἐνεργείας τοῦ Πνεύματος· ὅθεν τῆς ὑπὲρ ἔννοιαν λαμπρότητος μέτοχος, ἐν οὐρανοῖς
ἀνεδείχθης, Ἀγάθων Πάτερ μακάριε, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ θεοφόρος Πατήρ, τῶν Ἀσκητῶν θεοπρεπὲς ἐγκαλλώπισμα, Ἀγάθων
πνευματοφόρε, ὁ τῆς ἀγάπης πυρσός, ταπεινοφροσύνης ἐνδιαίτημα, λαμπρότητι βίου
γάρ καὶ ἠθῶν καθαρότητι, πράος ἐδείχθης καὶ τοῖς πᾶσιν αἰδέσιμος, θείῳ λόγῳ
σου, ὑπεμφαίνων τὰ κρείττονα, ὅθεν ὡς ὑποτύπωσιν καὶ θεῖον ὑπόδειγμα, τῶν
Μοναστῶν σε ὑμνοῦμεν, ἐπιτελοῦντες τὴν μνήμην σου, Χριστὸν ἐκδυσώπει, ταῖς
ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Χαίροις, τῆς ἐναρέτου ζωῆς, ὁ ὑποφήτης διὰ λόγου καὶ πράξεως, ὁσίως γὰρ
βιοτεύων καὶ ἐν τῷ νόμῳ Θεοῦ, τοῦ νοὸς ἰθύνων τὰ κινήματα· τῆς θείας
χρηστότητος, ἐκομίσω τὴν ἔλλαμψιν καὶ πᾶσιν ὤφθης, ὁδηγὸς ἐνθεώτατος, πρὸς
ἐπίδοσιν πολιτείας τῆς κρείττονος, ὅθεν σε μακαρίζομεν, Ἀγάθων μακάριε, ὡς
ἀσκητὴν θεοφόρον καὶ ἀρετῶν μύστην ἔνθεον, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα
τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Ασκητικῶς πολιτευσάμενος, Ἄγγελος ἐν σώματι ὤφθης, Ἀγάθων μακάριε, ἀπαρνησά-μενος
σαυτόν καὶ τῶν μελλόντων ἀγαθῶν τὴν εἰκόνα προτυπῶν, ἐν Ὁσίων χορείᾳ ἐκλάμπεις,
ὡς ἑωσφόρος φαεινός καὶ πρεσβεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον
Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ
σου.
Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Εν ἀσκήσει ἐκλάμψας, Ἀγάθων Ὅσιε, τοῦ Παρακλήτου δοχεῖον ὤφθης ὑπέρτιμον καὶ
Ὁσίων ἀρετῶν θεῖον ἐκτύπωμα, ὅθεν ἀΰλων ἀγαθῶν, κληρονόμος γεγονώς, ἱκέτευε
θεοφόρε, πταισμάτων ἄφεσιν δοῦναι, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Εν Ἰορδάνῃ βαπτιζομένου Σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ
γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει Σοι, ἀγαπητόν Σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ
Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ
Θεός καὶ τὸν κόσμον φωτίσας δόξα Σοι.
Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τοῦ κόσμου τὰ τερπνά καταλείψας ἐμφρόνως, ἰσάγγελον ζωήν ἐν σαρκὶ ἐβιώσω,
Ἀγάθων Πάτερ Ὅσιε, Ἀσκητῶν ἀκροθίνιον, ὅθεν μέτοχος τῆς τῶν Ἀγγέλων εὐκλείας
ἀναδέδειξαι, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν πίστει τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ο πάντων Βασιλεύς, σαρκωθεὶς ἀποῤῥήτως, ἐδέξατο ἑκών ἐκ χειρῶν τοῦ
Προδρόμου, τὸ ἅγιον Βάπτισμα, ἐκκαθαίρων δι’ ἔλεος, τοῦ Προπάτορος τὴν
ῥυπωθεῖσαν οὐσίαν, τοῦτον ἅπαντες, τὴν ὑπὲρ νοῦν εὐσπλαγχνίαν, πιστῶς
προσκυνήσωμεν.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ασκήσει ἐκάθηρας τὸ ὁπτικὸν τῆς ψυχῆς καὶ πλήρης γενόμενος ὑπερκοσμίου
φωτός, Ἀγάθων μακάριε, ὤφθης τῶν Μοναζόντων ὑποτύπωσις θεία, πράξει καὶ θεωρίᾳ
ἐμφανῶς διαπρέπων, διὸ προτερημάτων σου τὴν χάριν γεραίρομεν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Επέστης τοῖς ὕδασι τοῦ Ἰορδάνου Σωτήρ καὶ βάπτισμα δέδεξαι, οἷα βροτὸς ὁ
Θεός, δι’ ἔλεος ἄπειρον· ὅθεν ὁ Ἰωάννης, ἐν δειλίᾳ ἐβόα, ἀπτόμενος μετὰ φόβου,
τῆς φρικτῆς κορυφῆς Σου· Σὺ ἡμᾶς ἁγίασον, Φιλάνθρωπε Κύριε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Διαπρέπων ἀσκήσει θεοφιλεῖ, διὰ λόγου καὶ πράξεως ἀληθοῦς, Ἀγάθων μακάριε,
Μοναστῶν τύπος πέφηνας, τὸ τῆς σαρκὸς νεκρώσας γεώδη φρονήματα καὶ τὴν τῆς
ἀπαθείας στολὴν ἐνδυσάμενος· ὅθεν εἰς νυμφῶνα εἰσελήλυθας θεῖον, τελέσας τὸν
δρόμον σου καὶ δοξάσας τὸν Κύριον, τοῖς στεῤῥοῖς σου παλαίσμασιν. ᾯ πρέσβευε
ἀπαύστως, σοφέ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν
ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ιορδάνου τοῖς νάμασιν ἐπιστάς, ὁ τῶν ὅλων Δεσπότης σωματικῶς, βάπτισμα
ἐδέξατο, ἐκ χειρῶν ὧνπερ ἔπλασε καὶ τοῦ ἀρχαίου ῥύπου, τὴν φύσιν τὴν βρότειον
ἀπέπλυνε· δι’ οἶκτον, ὁ μόνος Φιλάνθρωπος, ἄνωθεν δὲ τούτῳ ὁ Πατὴρ ἐμαρτύρει
καὶ Πνεῦμα τὸ Ἅγιον κατελθὸν οἷα πέλεια, καθωρᾶτο δι’ ἔλεος, δόξα Σοι Χριστὲ ὁ
Θεός, ὅτι σώζεις βαπτισμῷ Σου ἅπαντας, τοὺς πιστῶς προσκυνοῦντας, τὸ κράτος Σου
Δέσποτα.
Εἶτα,
οἱ Ἀναβαθμοί. Τὸ α’ ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος
τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ
νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Οσιε Πάτερ, τῶν ἀρετῶν τῷ φωτί, διαλύσας παθῶν τὴν νύκτα, ὡς υἱὸς φωτὸς
πεπολίτευσαι, τῇ καθαρωτάτῃ ἀσκήσει σου· καὶ νῦν τοῦ Τρισηλίου φωτός τὰς
μαρμαρυγὰς δεχόμενος, ῥύου ἡμᾶς ζοφερᾶς ἁμαρτίας καὶ πρέσβευε ὑπὲρ τῶν ψυχῶν
ἡμῶν, Ἀγάθων μακάριε.
Εἶτα
οἱ Κανόνες· ὁ α΄ τῆς Ἑορτῆς· καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Δέξαι Ἀγάθων τόνδε τὸν ὕμνον.
Γερασίμου.
ᾨδὴ α΄. Ἦχος
πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Δεδοξασμένος τῷ Χριστῷ παρίστασαι, οἷα θεράπων Αὐτοῦ, Ὅσιε Ἀγάθων, καὶ ταῖς
θείας λάμψεσι λαμπόμενος, καταύγασον τὴν ζοφώδη ψυχήν μου, ταῖς φωτοφόροις
πρεσβείαις σου, ὅπως ἀνυμνήσω τὸν βίον σου.
Επὶ τῶν ὤμων τὸν Σταυρὸν ἀράμενος τοῦ Ζωοδότου Χριστοῦ, πάντων τῶν ἐν κόσμῳ ἀγαθῶν
ἐμάκρυνας, Ἀγάθων παμμακάριστε, καὶ ἰσάγγελον βίον, μετὰ σαρκὸς προτε-τίμηκας, ἔρωτι
τῷ θείῳ πτερούμενος.
Ξένος ἁπάντων τῶν φθαρτῶν γενόμενος, θείῳ φρονήματι ᾠκειώθης, Πάτερ, πόνοις
τῆς ἀσκήσεως Χριστῷ τῷ Παντοκράτορι, Οὗ τὴν δύναμιν φέρων, τοῦ πονηροῦ κοσμοκράτορος
ὤλεσας ἰσχὺν τὴν ὀλέθριον.
Θεοτοκίον.
Απειρογάμως τὸν Χριστὸν ἐκύησας, τὸν δι’ ἡμᾶς καθ’ ἡμᾶς σάρκα γεγονότα καὶ ἄτρεπτον
μείναντα, Παρθένε Παναμώμητε· Ὃν δυσώπει δοθῆναι ἁμαρτιῶν μου συγχώρησιν καὶ τῶν
πειρασμῶν ἀπολύτρωσιν.
Ὠδή γ’. Οὐρανίας ἀψίδος.
Ιθυνόμενος φόβῳ τῷ τοῦ Θεοῦ Ὅσιε, πάσας τῆς σαρκὸς τὰς ὀρέξεις καταπεπάτηκας
καὶ βίον ἔνθεον ἐπὶ τῆς γῆς διανύσας, τῆς τρυφῆς ἠξίωσαι τῆς ὑπὲρ ἔννοιαν.
Απαθείᾳ ἐκλάμπων δι’ ἀρετῆς Ὅσιε, πράος καὶ ἀκέραιος ὤφθης καὶ πλήρης
χάριτος, παιδεύων ἅπαντας πρὸς ἐπιδόσεις ἁγίας, πόθῳ ἐπεκτείνασθαι, Ἀγάθων,
πάντοτε.
Γεωργῶν τῷ ἀρότρῳ τῶν ἀρετῶν ἄρουραν, Πάτερ, τῆς καρδίας σου, στάχυν
πολύχουν ἤνεγκας, Ἀγάθων Ὅσιε, δι’ οὗ ἡμῶν διατρέφεις τὰς ψυχὰς, ἐν χάριτι τοῦ
θείου Πνεύματος.
Θεοτοκίον.
Αποῤῥήτως τεκοῦσα τὸν τῆς ζωῆς αἴτιον, ζώωσον δεινῶς νεκρωθεῖσαν τοῖς
παραπτώμασι, Παρθένε Ἄχραντε, τὴν παναθλίαν ψυχήν μου καὶ ταύτην συνέτισον,
φόβῳ τοῦ Κτίσαντος.
Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος δ'.
Επεφάνης σήμερον τῇ οἰκουμένῃ καὶ τὸ φῶς Σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει
ὑμνοῦντας Σε· ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.
Κάθισμα
τοῦ Ὁσίου. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῆς πολιτείας σου τὰ κατορθώματα καὶ τῆς ἀσκήσεως οἱ πόνοι, Ὅσιε, ὥσπερ
θυσίαν μυστικὴν δεξάμενος ὁ Δεσπότης, θείας Βασιλείας σε κληρονόμον ἀνέδειξε
καὶ τῆς ὑπὲρ ἔννοιαν χαρμονῆς σε ἠξίωσεν· ᾧ πρέσβευε Ἀγάθων ἀπαύστως, δοῦναι
ἡμῖν πταισμάτων λύσιν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ο ὑπερούσιος Λόγος καὶ Κύριος, βροτὸς γενόμενος δι’ ἀγαθότητα, ἀναλλοιώτως
μὴ τραπείς τῆς φύσεως τῆς οἰκείας, βάπτισμα ἐδέξατο Ἰορδάνου τοῖς νάμασι καὶ
τὴν κάραν ἔθλασεν, ἐν τοῖς ῥείθροις τοῦ δράκοντος· ἀλλ’ ὦ Οἰκτίρμον δόξαν καὶ
αἶνον, τῇ εὐσπλαγχνίᾳ Σου προσάδομεν.
Ὠδή δ’. Σύ μου ἰσχύς.
Θείῳ φωτί καταυγασθεὶς τὴν διάνοιαν, ἀποῤῥίψας πᾶσαν ματαιότητα, φωστὴρ
ἐδείχθης θεοειδής, Ὅσιε Ἀγάθων, ἐν μοναστῶν ὁμηγύρεσι, τοὺς πάντας διεγείρων,
τῷ Σωτῆρι κραυγάζειν· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ὡς καθαρθείς τῆς τῶν παθῶν ἀμαυρώσεως, ἐκκαθαίρεις τῷ λόγῳ τῆς χάριτος,
πάσης ἀνοίας καὶ προσβολῆς τοὺς σοὶ προσιόντας, Πάτερ Ἀγάθων ἑκάστοτε καὶ
πάντας ἀγαθύνεις μελετᾷν ἀνενδότως, ἐν τῷ νόμῳ Κυρίου, ὡς γέγραπται.
Νοῦν καθαρόν δι’ ἐγκρατείας κτησάμενος, ὑπεδέξω τὴν θείαν ἐνέργειαν τοῦ
Παρακλήτου τοῖς πᾶσι, τῷ Σωτῆρι κραυγάζων· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Τὸν Ποιητήν καὶ Βασιλέα τῆς κτίσεως, ὑπὲρ φύσιν τέξασα Πανάμωμε, τοὺς
φυσικοὺς ἔλυσας θεσμούς καὶ παρθένος μένεις, ὡς πρὸ τόκου πανάφθορος· διὸ τὰ
μεγαλεῖα, τῆς ἀφράστου Σου δόξης, προσκυνοῦμεν πιστῶς καὶ δοξάζομεν.
Ὠδή ε’. Ἵνα τί με ἀπώσω;
Οσιότητι βίου καὶ ἀκεραιότητι τρόπων κοσμούμενος, Ὅσιε Ἀγάθων, τῆς ἀγάπης
ἐκφαίνεις τὸ γνήσιον· τῷ γὰρ ἀσθενοῦντι διακονεῖς προθύμῳ γνώμῃ, ὡς θεράπων
Χριστοῦ ἀληθέστατος.
Νοερῶς σὺν Ἀγγέλοις, Πάτερ, αὐλιζόμενος καὶ εὐφραινόμενος, ἐν φωτὶ ἀλήκτῳ,
ἔνθα βρύει ζωὴ ἡ ἀΐδιος, σὺν αὐτοῖς δυσώπει ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων, θεοφόρε
Ἀγάθων, τὴν μνήμην σου.
Δένδρον εὔκαρπον ὤφθης, τὸ πεφυτευμένον παρ’ ὕδατα, Ὅσιε, ἀρετῶν ὁσίων καὶ
καρπὸν πολυπλάσιον ἤνεγκας, τὴν τοῦ Παρακλήτου ζωοποιὸν, Ἀγάθων, χάριν, εἰς
ἡμῶν εὐφροσύνην σωτήριον.
Θεοτοκίον.
Εξ ἁγνῶν Σου αἱμάτων, ὁ ἀπεριόριστος φύσει θεότητος, συνάναρχος Λόγος, τῷ
Πατρὶ καὶ τῷ Πνεύματι, Ἄχραντε, σάρκα ἀποῤῥήτως μορφώσας, ὤφθη τοῖς ἀνθρώποις
καὶ φθορᾶς τοῦ Ἀδὰμ ἐλυτρώσατο.
Ὠδή στ’. Ἱλάσθητί μοι Σωτήρ.
Τὰ πάθη τὰ τῆς σαρκός καθυποτάξας τῷ Πνεύματι, τῆς ἀπαθείας τὸ φῶς ἐδέξω
λαμπρότατα, Ἀγάθων μακάριε, καὶ σοφίαν θείαν ἐν τοῖς χείλεσί σου, Ὅσιε.
Ολῳ νοΐ πρὸς Χριστόν ἀνατεινόμενος, Ὅσιε, τὸ ἄκρον τῶν ἐφετῶν, ἐπλήσθης
συνέσεως καὶ πᾶσιν ὑπέδειξας, ἀπλανῶς τὴν τρίβον, ὦ Ἀγάθων, τὴν σωτήριον.
Ναμάτων ζωοποιῶν ἐμφορηθεὶς, Πάτερ Ὅσιε, ἐκ τῶν ἀΰλων πηγῶν τῆς ἄνω
λαμπρότητος, Ἀγάθων μακάριε, γλυκασμὸν τὸν θεῖον ἀναβλύζεις ἐκ χειλέων σου.
Θεοτοκίον.
Υμνοῦμεν πανευσεβῶς τὸ ὑπὲρ νοῦν Σου μυστήριον, Παρθενομῆτορ ἁγνή· Θεὸν γὰρ
ἐκύησας, ἡμᾶς ἀναπλάττοντα καὶ ζωοποιοῦντα καὶ θεοῦντα, Παναμώμητε.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν ἀσκήσει, Ὅσιε, Χριστὸν δοξάσας, φερωνύμως ἔτυχες, τῶν αἰωνίων ἀγαθῶν, καταπυρσεύων
τοὺς κράζοντας· χαίροις Ἀγάθων, Ὁσίων ἀγλάϊσμα.
Ὁ Οἶκος.
Παριδὼν τὰ ἐν κόσμῳ ὡς μάταια, οὐρανίῳ καὶ θείῳ φρονήματι, τῷ ζυγῷ τοῦ
Κυρίου ὑπέκλινας τὸν αὐχένα σου, πόθῳ ζέοντι, Πάτερ Ὅσιε. Καὶ ἀσκητικοῖς
ἀγωνισάμενος πόνοις, σάρκα μὲν ἐνέκρωσας, τὴν σκιρτῶσαν ὡς φθειρομένην, τὴν δὲ
ψυχὴν ἐζώωσας, ὡς κατ’ εἰκόνα Θεοῦ γεγενημένην· καὶ θεωρίαις πρακτικαῖς καὶ
τελειωθεὶς ἐν ταῖς ἀρεταῖς, διαπρεπὴς ὤφθης ἐν τοῖς μονάζουσιν, ὡς χαρίτων
θείων πεπληρωμένος καὶ καταπυρσεύεις τοὺς κράζοντας· χαίροις Ἀγάθων, Ὁσίων
ἀγλάϊσμα.
Συναξάριον.
Τῇ Η' τοῦ αὐτοῦ μηνός, ὁ Ὅσιος Ἀγάθων ἐν εἰρήνῃ τελειοῦται.
Ὡς ἠγαθύνθην
Ἀγάθων τὴν Καρδίαν,
Εἰρηνικοῦ
σοῦ καὶ μόνου μνησθεὶς τέλους.
Ἀνὴρ ἀγαθὸς
δι’ ἐγκρατείας ὤφθης,
Ἀγάθων
μακάριε, Χριστοῦ θεράπων.
Ὀγδοάτῃ Ἀγάθων
θεοῖο θώκω χαρίεις ἔστη.
Ταῖς αὐτοῦ ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Αἱ ζ’ καί η’ ὠδαῖ ἐλλείπουν.
Ὠδή θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Σκηνώσας εἰς τὰς ἄνω θείας αὐλάς καὶ φωτὸς Τρισηλίου πληρούμενος καὶ τοῖς
χοροῖς, Ὅσιε Ἀγάθων, τοῖς νοεροῖς Ἀγγέλων αὐλιζόμενος, πρέσβευε ἀπαύστως ὑπὲρ
ἡμῶν, τῷ πάντων εὐεργέτῃ, πταισμάτων δοῦναι λύσιν, ἡμῖν τοῖς πόθῳ εὐφημοῦσί σε.
Ιδεῖν κατηξιώθης ἀπολυθείς τῆς σαρκὸς, ἀγαθὰ τὰ οὐράνια καὶ ἀμοιβάς, τὰς
ὑπὲρ κατάληψιν ἀληθῶς, ὧν κληρονόμος γέγονας, ζήσας ἐν τῷ κόσμῳ ἀγγελικῶς,
Ἀγάθων θεοφόρε, ὧν ἡμᾶς δυσώπει, τυχεῖν τοὺς πόθῳ εὐφημοῦντάς σε.
Μαράνας σου τὸ σῶμα ἀσκητικῶς καὶ ψυχήν σου λαμπρύνας τοῖς σκάμμασι τοῖς
ἱεροῖς, τῶν ὑπερκοσμίων νῦν ἀγαθῶν καὶ τῆς ζωῆς τῆς κρείττονος, μέτοχος ἐγένου
ἐν οὐρανοῖς, Ἀγάθων θεοφόρε, Ἀγγέλων συμπολῖτα καὶ πρεσβευτὰ ἡμῶν πρὸς Κύριον.
Οσίως καὶ ἀμέμπτως καὶ καθαρῶς, τὴν ζωήν σου τελέσας, μακάριε, καὶ τῷ Χριστῷ
πόνοις καὶ ἀγῶσιν ἀσκητικοῖς εὐαρεστήσας, γέγονας πάντων τῶν Ἁγίων ἐν οὐρανοῖς
συνόμιλος ἐν δόξῃ, Ἀγάθων θεοφόρε, ὑπὲρ ἡμῶν μεθ’ ὧν ἱκέτευε.
Θεοτοκίον.
Υμνοῦμέν Σου τὸ μέγα καὶ θαυμαστόν, Θεοτόκε, τοῦ τόκου μυστήριον, ὅτι Θεόν
τέτοκας ἀφράστως μετὰ σαρκός, ἡμᾶς ἀνακαλούμενον ἐκ τῆς πάλαι πτώσεως τοῦ Ἀδάμ·
διό Σε ὡς αἰτίαν ἡμῶν τῆς σωτηρίας, Θεοκυῆτορ, μεγαλύνομεν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ κόσμου τὴν τερπνότητα, ἐμφρόνως ἀπωσάμενος, ἀγγελικῶς ἐν τῷ κόσμῳ
ἐβίωσας, θεοφόρε, καὶ τῆς Ἀγγέλων στάσεως, ἐν οὐρανοῖς ἠξίωσαι, μεθ’ ὧν Χριστὸν
ἱκέτευε, Ἀγάθων, σώζεσθαι πάντας, τοὺς εὐφημοῦντάς σε, Πάτερ.
Καὶ τῆς Ἑορτῆς.
Τὸ βάπτισμα δεξάμενος, ὑπὸ χειρῶν Φιλάνθρωπε, τοῦ Ἰωάννου ἐν ῥείθροις, τοῦ
Ἰορδάνου δι’ οἶκτον, ἡμᾶς ἐναπεκάθηρας, τῆς πάλαι Σῶτερ πτώσεως, διὸ ὕμνον
μεθέορτον προσάγομεν Φωτοδότα, τῷ βαπτισμῷ Σου Οἰκτίρμον.
Αἶνοι. Ἦχος πλ. δ΄.
Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Ἀγάθων μακάριε, τῆς μακαρίας ζωῆς, ὁλικῶς ἐφιέμενος, ἀκλινῶς ἐβάδισας,
ἐγκρατείας τοῖς σκάμμασι, τὴν ὁδηγοῦσαν τρίβον καὶ φέρουσαν, πρὸς μετουσίαν
αὐτῆς καὶ μέθεξιν· ὅθεν ἠξιώσαι, ἀπολαύειν πάντοτε ἐν οὐρανοῖς, ὡς ἐπόθεις,
Ὅσιε, θείας λαμπρότητος.
Πάτερ Ἀγάθων θεόληπτε, κατὰ τὴν κλῆσιν τὴν σήν, ἀγαθῶν ὤφθης πράξεων, στήλη
καὶ ὑπόδειγμα καὶ ἐργάτης θεόσοφος· ὅθεν ἐπλήσθης τῆς θείας χάριτος καὶ ὥσπερ
ἄστρον φωτοειδέστατον ἔλαμψας, Ὅσιε, μοναστῶν ταῖς τάξεσι φωταγωγῶν, ἡμῶν τὴν
διάνοιαν τῇ πολιτείᾳ σου.
Πάτερ Ἀγάθων πανόλβιε, ἀνακαθάρας τὸν νοῦν, τῶν παθῶν τῆς συγχύσεως,
ἀπαθείας ἔλλαμψιν, φωταυγὲς ὡς ἱμάτιον, περιεβάλου καὶ εἰσελήλυθας, εἰς τὸν
νυμφῶνα Χριστοῦ γηθόμενος, θέσει θεούμενος καὶ πρεσβεύων πάντοτε ὑπὲρ ἡμῶν, τῶν
τιμώντων, Ἅγιε,τὴν θείαν μνήμην σου.
Πάτερ Ἀγάθων τρισόλβιε, τὰς ἀμοιβὰς τῶν πολλῶν κομιζόμενος πόνων σου, ἐκ
χειρὸς τοῦ Κτίστου σου, Ὃν ἐν βίῳ ἐδόξασας, τοὺς τὴν σὴν κλῆσιν φέροντας, Ἅγιε,
πάσης ἀνάγκης ῥύου καὶ θλίψεως καὶ καθικέτευε, δοῦναι τοῖς τιμῶσί σε τὸν
ἱλασμόν καὶ πταισμάτων ἄφεσιν καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος β΄.
Τῶν ἀρετῶν διανύσας τὸν τρίβον, δι’ ἀσκητικῶν καμάτων, τῆς αἰωνίου δόξης
ἠξίωσαι, εὐαρεστήσας Χριστῷ, Ἀγάθων Πάτερ Ὅσιε· ὅλον γὰρ τὸν βίον, τῶν θείων
ἐντολῶν μελέτην ποιούμενος, πράξει καὶ θεωρίᾳ διέπρεψας, πρὸς τὰ ἄνω
ἐπειγόμενος, ἀπεριτρέπτῳ καρδίᾳ· ὧν νῦν κατατρυφῶν σὺν Ἀγγέλοις, μὴ παύσῃ
δεόμενος, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι· σήμερον Ἰωάννης ἅπτεται,
κορυφῆς τοῦ Δεσπότου· αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι
μυστήριον· ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο· ἡμεῖς δὲ οἱ
φωτισθέντες βοῶμεν· δόξα τῷ φανέντι Θεῷ καὶ ἐπὶ γῆς ὀφθέντι καὶ φωτίσαντι τὸν
κόσμον.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ
Τυπικά, οἱ Μακαρισμοί καὶ ἡ γ΄ καὶ στ΄ ᾠδὴ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου.
Ἀπόστολος
καὶ Εὐαγγέλιον τοῦ Ἁγ. Σάββα, Ε΄ Δεκεμβρίου.
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιόν ἐσται
δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Χαίροις μοναζόντων φωταγωγός, Ἀγάθων παμμάκαρ, τῇ ὁσίᾳ σου βιοτῇ, χαίροις
συνωνύμων, τῶν σῶν θεῖος προστάτης καὶ πρέσβυς καὶ μεσίτης, θερμὸς πρὸς Κύριον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου